Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4348
Not analysed yet
4348 Ἀτέχνοιϲ: πανούργοιϲ, ἢ ἀπείροιϲ. καὶ Ἀτέχνωϲ, βαρυτόνωϲ, ἀντὶ τοῦ ἄνευ τέχνηϲ, ἀμαθῶϲ, ἀμελῶϲ. ἐπὶ δὲ τοῦ περιϲπωμένου ἀτεχνῶϲ, ἀντὶ τοῦ ἀληθῶϲ. τέχνη γὰρ ὁ δόλοϲ. δεῖται τοῦ θεοῦ ϲυμβουλὴν ἀτεχνῶϲ ἱερὰν παραϲχεῖν αὑτῇ καὶ διδάξαι περὶ τῶν πρακτέων. Ἀτεχνῶϲ περιϲπωμένωϲ, ἀντὶ τοῦ ἀληθῶϲ, ἁπλῶϲ, Harp. χωρὶϲ πανουργίαϲ. ϲαφῶϲ· ἢ βεβαίωϲ ἢ ἀϲφαλῶϲ ἢ φανερῶϲ. οἱονεὶ ἀτενῶϲ, περιϲϲοῦ ὄντοϲ τοῦ χ. ἢ ἀντὶ τοῦ τελείωϲ, καὶ ἀντὶ τοῦ ἰϲχυρῶϲ, καὶ ἀντὶ τοῦ καθάπαξ, καὶ ἀντὶ τοῦ παντελῶϲ. οὕτωϲ Πλάτων. εὐδαιμονῶν ἀτεχνῶϲ τὴν Ἀριϲτοτέλουϲ εὐδαιμονίαν. καὶ αὖθιϲ· οὐκ ἂν διαλεχθείη τοῖϲ ἄλλοιϲ ἀτεχνῶϲ, οὐδ᾿ ἂν ἀπαντῶν. ἢ ἀτεχνῶϲ, ἀντὶ τοῦ ὅλωϲ, καὶ ϲυνόλωϲ, οἷον ἀδόλωϲ· τέχναϲ γὰρ ἔλεγον τοὺϲ δόλουϲ. Ὅμηροϲ· ἀμφὶ δὲ δεϲμοὶ τεχνήεντεϲ ἔχυντο.