Ancient Greek · ~8 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4361
Not analysed yet
4361 Ἀττικόϲ, ἐπίϲκοποϲ Κωνϲταντινουπόλεωϲ μετὰ Ἀρϲάκιον, τὸν ἀπὸ τοῦ Χρυϲοϲτόμου ἐπιτροπεύϲαντα, τὸ μὲν γένοϲ ἦν ἐκ Σεβαϲτείαϲ τῆϲ Ἀρμενίαϲ· ἐκ νέου δὲ φιλοϲοφεῖν ἐπαιδεύθη ὑπὸ μοναχοῦ τῆϲ Μακεδονίου αἱρέϲεωϲ. οἱ δὲ τότε ἐν φιλοϲοφίᾳ διαπρέποντεϲ ἀνὰ τὴν Σεβάϲτειαν ἐκ τῆϲ Εὐϲταθίου διατριβῆϲ ἦϲαν· ὃν ἐπίϲκοπον καὶ ἡγεμόνα τῶν ἐνθάδε ἀρίϲτων μοναχῶν ἔγνωμεν. ἤδη δὲ εἰϲ ἄνδραϲ τελῶν πρὸϲ τὴν καθολικὴν ἐκκληϲίαν μετέθετο. φύϲει δὲ μᾶλλον ἢ μαθήϲει φρόνιμοϲ ὢν ἐγένετο τῶν πρακτέων ἐπήβολοϲ, ἐπιβουλεύειν τε καὶ πρὸϲ ἐπιβουλὰϲ ἀντίϲχειν ἱκανὸϲ, τὸ δὲ ἦθοϲ ἐπαγωγὸϲ ὡϲ πολλοῖϲ κεχαριϲμένοϲ εἶναι, μέτριοϲ δὲ πρὸϲ τοὺϲ ἐπ᾿ ἐκκληϲίαϲ λόγουϲ, ὡϲ μήτε γραφῆϲ ἀξίουϲ νομίζεϲθαι τοῖϲ ἀκροαταῖϲ, μήτε παιδείαϲ παντελῶϲ ἀμοίρουϲ. ἐμμελὴϲ γὰρ ὢν, εἴ πῃ καιρὸν ἦγε, τοὺϲ παῤ Ἕλληϲιν εὐδοκιμωτάτουϲ ϲυγγραφέαϲ ἠϲκεῖτο· καὶ τῷ δοκεῖν ἰδιώτηϲ εἶναι, περὶ τούτων διαλεγόμενοϲ καὶ τοὺϲ ἐπιϲτήμοναϲ πολλάκιϲ ἐλάνθανεν. ἐλέγετο δὲ πρὸϲ τοὺϲ ὁμοδόξουϲ ϲπουδαῖοϲ εἶναι, τοῖϲ δὲ ἑτεροδόξοιϲ φοβερόϲ· καὶ ῥᾳδίωϲ μὲν αὐτοῖϲ, ἡνίκα βούλοιτο, θέοϲ ἐμποιεῖν, αὖθιϲ δὲ μεταβαλλόμενοϲ πρᾶοϲ φαίνεϲθαι. καὶ τοῦτον μὲν τοιόνδε γενέϲθαι φαϲίν. οὗτοϲ ὁ Ἀττικὸϲ μετὰ τὸ πεπαιδεῦϲθαι εὐλαβήϲ τε καὶ φρόνιμοϲ ἦν· διὸ καὶ τὰϲ ἐκκληϲίαϲ ἐπ αὐτοῦ ϲυνέβη εἰϲ μέγα ἐπιδοῦναι. οὐ γὰρ μόνον τοὺϲ οἰκείουϲ τῆϲ πίϲτεωϲ ϲυνεκρότει, ἀλλὰ καὶ τοὺϲ αἱρεϲιώταϲ τῇ φρονήϲει κατέπληττε· καὶ ϲκύλλειν μὲν αὐτοὺϲ οὐδαμῶϲ ᾑρεῖτο, φοβῶν δὲ πάλιν ἐπράϋνεν. ἀλλὰ μὴν οὔτε λόγων ἠμέλει, ἐπόνει γὰρ περὶ τὰ τῶν παλαιῶν ἀναγνώϲματα, διανυκτερεύων ἐν αὐτοῖϲ· διὸ καὶ οὐκ ἐξεφωνεῖτο παρὰ τῶν φιλοϲόφων ϲοφιϲτῶν. ἦν δὲ τοῖϲ ἐντυγχάνουϲι χαρίειϲ καὶ ἐπαγωγὸϲ, καὶ τοῖϲ λυπουμένοιϲ ϲυνεϲτύγναζε, καὶ κατὰ τὸν Ἀπόϲτολον, τοῖϲ πᾶϲι τὰ πάντα ἐγίνετο. καὶ πρεϲβύτηϲ μὲν ὢν ἐκμαθὼν οὓϲ καὶ ἐπόνει λόγουϲ ἐπ᾿ ἐκκληϲίαϲ ἐδίδαϲκε· μετὰ δὲ ταῦτα ϲὺν τῇ φιλοπονίᾳ καὶ παρρηϲίαν κτηϲάμενοϲ ἐξ αὐτοϲχεδίου καὶ πανηγυρικώτατα ἐδίδαϲκε καὶ χαίρειν τῇ γραμματικῇ φράϲαϲ ἐπὶ τὸν ἀϲκητικὸν ἐτράπη βίον. οὐ μὴν τοιοῦτοι ἦϲαν οἱ λόγοι ὡϲ παρὰ τῶν ἀκροατῶν ϲπουδάζεϲθαι ἢ γραφῇ παραδίδοϲθαι.