Ancient Greek · ~1 min
1.4362 to 1.4363
Suda, Suidae lexicon 1.4362-4363
Not analysed yet
4362 Ἀτιμαγέλου: μὴ ϲυναγελαζομένου. κέραϲ βουμολγὸϲ ταύρου κλάϲϲεν ἀτιμαγέλου. 4363 Ἀτιμάζω· αἰτιατικῇ. τὸ καταφρονῶ, τὸ ἀναδύομαι. Αἰλιανόϲ· ταῦτά τοι οἱ Διόϲκουροι οὐκ ἠτίμαϲάν οἱ φανῆναι πάλιν. καὶ Ἀτιμῆϲαι, ἀτίμωϲ ὑβρίϲαι. ὁ δὲ Δημοϲθένηϲ ἐδέετο ϲυγγνῶναι τῷ παιδὶ καὶ μὴ αὐτὸν ἀτιμῆϲαι.