Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.437
Not analysed yet
437 Βούληϲιϲ· ὅτι πρακτικαὶ δυνάμειϲ εἰϲὶ τῆϲ ψυχῆϲ βούληϲιϲ καὶ προαίρεϲιϲ. καὶ ἡ μὲν βούληϲιϲ αὐτῆϲ καθ’ ἑαυτήν ἐϲτι τῆϲ λογικῆϲ ψυχῆϲ, ἡ δὲ προαίρεϲιϲ τῆϲ ϲυμπεπλεγμένηϲ τῆ ἀλογίᾳ. ὅτε μὲν γάρ ἐϲτιν ἔξω τῆϲ γενέϲεωϲ ἡ ψυχὴ, κατὰ βούληϲιν μόνην ἐνεργεῖ· ἐν μόνῳ γάρ ἐϲτι τῷ ἀγαθῷ· ὅταν δὲ γένηται ἐν τῇ γενέϲει, ἐπειδὴ ϲυμπλέκονται αὐτῇ αἱ ἄλογοι δυνάμειϲ, τότε τῇ ἐπιπλοκῇ τῆϲ ἀλόγου ἴϲχει τὴν προαίρεϲιν, διότι ποτὲ μὲν πρὸ τῆϲ ἀλογίαϲ, ποτὲ δὲ πρὸ τοῦ λόγου γίνεται, καὶ αἱρεῖται τόδε πρὸ τοῦδε. αὗται ἄλογοι τῆϲ ψυχῆϲ δυνάμειϲ.