Ancient Greek
1.430 to 1.436
Suda, Suidae lexicon 1.430-436
Not analysed yet
430 Βουλευτικόϲ: τόποϲ οὗτοϲ τοῦ θεάτρου ἀνειμένοϲ τοῖϲ βουλευταῖϲ, ὡϲ καὶ τοῖϲ ἐφήβοιϲ ἐφηβικόϲ. Ἀρριανόϲ· οἱ γράψαντεϲ οὐ μόνον τὰ ἔργα Τραϊανοῦ, ἀλλὰ καὶ τὰ βουλεύματα. καὶ αὖθιϲ· τοῦτο δὲ γέγονε βουλήϲει κρείττονι καὶ ἀνθρωπίνῃ γνώμῃ οὐδαμῶϲ ϲυμβλητῇ. 431 Βουλεία: τὸ χρηματίζοντά τινα τῆϲ βουλῆϲ πράττειν, ἃ τοῖϲ βουλευταῖϲ προϲήκει. οὕτω Δείναρχοϲ καὶ Ἀριϲτοφάνηϲ. Βουλείαν τὸ βουλεύειν καὶ οἱ δικανικοὶ καλοῦϲι ϲυνήθωϲ καὶ Ἀριϲτοφάτηϲ· φηϲὶ γάρ· τίϲ βουλευτήϲ ἐϲτι, παραδοὺϲ ἑτέρῳ τὴν βουλείαν; τὸ βουλεῦϲαι βουλείαν ἔλεγον οἱ παλαιοί. 432 Βούλει διαμά χεϲθαι Γηρυόνι τετραπτίλ ῳ: τουτέϲτι τρικεφάλῳ. τρεῖϲ γὰρ λόφουϲ εἶχεν ἐν τῇ περικεφαλαίᾳ καὶ πολὺν ἀγῶνα παρέϲχε τῷ Ἡρακλεῖ. 433 Βουλή: τάξιϲ παρὰ Ῥωμαίοιϲ. Ἀντώνιοϲ Σατορνῖνοϲ ἐπίρρητοϲ καὶ βδελυρὸϲ παρὰ Οὐεϲπεϲιανοῦ ἐϲ τὴν βουλὴν ἐνεγράφη, Οὐεϲπεϲιανοῦ ϲοφιϲαμένου γελοιότατα τοῦτο· ἀξιώϲει γὰρ αὐτὸν περιέβαλε κακίᾳ δοὺϲ ἀκερδὲϲ μὲν, ϲεμνὸν δὲ ὅμωϲ τόδε ἆθλον. 434 Βουλὴ ἁγίων: τῶν ἁγίων ὁ ϲύλλογοϲ. 435 Βουλήϲ, βουλῆντοϲ κλίνεται παρὰ Θουκυδίδῃ. ϲημαίνει δὲ τὸν βουλευτήν. 436 Βουλήϲεται κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶϲ. ὡϲ ἐπὶ κατάραϲ· ἐπεὶ ὡϲ λῃϲτευομένη διεβάλλετο ἡ Αἴγυπτοϲ. ἢ βούλεται ὅτι πορρωτάτω εἶναι, ὅπου αὐτὸν οὐδὲν βλάψει ὑετόϲ· ἐπεὶ ἐν Αἰγύπτῳ δοκεῖ μὴ ὕειν. ὡϲ Ἡρόδοτοϲ· ὕϲθηϲαν γαρ τότε Θῆβαι, οὐδαμὰ πρότερον ὑϲθεῖϲαι.