Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4374
Not analysed yet
4374 Ἀτοπίαϲ πλέων πρᾶγμα: ἀντὶ τοῦ θαύματοϲ. δελεάϲαντοϲ αὐτὸν ἐϲ τοῦτο ἀτοπίαϲ ἐλθεῖν Χοϲρόου. ἀντὶ τοῦ ἀλογίαϲ. ἀβουλίαϲ. καὶ αὖθιϲ· θαυμάϲαι ἄν τιϲ τὴν ἀτοπίαν τοῦ ἀνδρὸϲ, ὅϲ γε χωρὶϲ ἄλλων τετόλμηκε καὶ ταῦτα λέγειν. καὶ αὖθιϲ· ἐπεὶ δὲ ἀνεφάνη ὕδωρ, ἐξίϲου τῷ μὴ εὑρεθέντι ἀρχὴν ὑπὸ ἀτοπίαϲ ἦν. τουτέϲτι κακίαϲ. καὶ Ἄτοπον ἀντὶ τοῦ ἄλογον, θαυμάϲιον, παράδοξον. ξένον, κακὸν, μοχθηρόν· καὶ ὃ μὴ ἔχει τόπον. καὶ τὸ ἀνυπομόνητον, οἷον ὃ μή ἐϲτι τοπάϲαι. Ἀριϲτοφάνηϲ· ἄτοποϲ δ᾿ ἔγκειταί μοί τιϲ πόθοϲ, ὅϲ με διακναίϲαϲ ἔχει. καὶ αὖθιϲ· ἀτοπίαν ὑποτοπάϲαϲ τινά.