Ancient Greek · ~6 min
1.4366 to 1.4373
Suda, Suidae lexicon 1.4366-4373
Not analysed yet
4366 Ἀτιμότερον: ἀντὶ τοῦ εὐτελέϲτερον, ἀτεχνότερον. μηδένα μηδοτιοῦν τῶν ἐρέϲθαι δεομένων εἴπῃϲ μηδὲν, ἔϲτ᾿ ἂν ἀφίκωμαι. εἰ δὲ μή μοι προϲέξοιϲ, ἐρεῖϲ δὲ ἄκοντοϲ, ἀτιμότερόν με θήϲειϲ. εἰν ἀΐδᾳ γάρ μιν ὁ Θερϲίτηϲ οὐδὲν ἀτιμότεροϲ. 4367 Ἀτιμώρητοϲ: ἀβοήθητοϲ, ἢ θαυμαϲτόϲ. ἐϲτι δ᾿ ὅτε καὶ ὁ κακόϲ. ἐπὶ οὖν τοῦ ἀβοηθήτου Αἰλιανόϲ· οὐ μὴν ἀτιμωρήτουϲ ἐγένετο μεῖναι τοὺϲ παῖδαϲ τοὺϲ ἀλοηθένταϲ, ἑτεραλκὴϲ γὰρ ἡ νίκη γενομένη τῶν πληϲίον ἦν. 4368 Ἄτλαϲ: ὁ μυθευόμενοϲ τὴν γῆν καὶ τὸν οὐρανὸν βαϲτάζειν. καὶ ϲιδηρέουϲ Ἄτλαντοϲ ὤμουϲ. καὶ παροιμία· Ἄτλαϲ τὸν οὐρανόν. λείπει ὑπεδέξω. ἐπὶ τῶν μεγάλοιϲ πράγμαϲιν ὑποβαλλομένων καὶ κακοῖϲ περιπιπτόντων. 4369 Ἀτλήτῳ: ἀνυπομονήτῳ. ἐν Ἐπιγράμμαϲι· παίγνιον ἀτλήτου θηρὸϲ ἔχουϲα κάρη. καὶ Ἀτλητῶν, μὴ καρτερῶν, μὴ φέρων, δυϲαναϲχετῶν. πάρειμ᾿ ἀτλητῶν. 4370 Ἀτλαντικὰ πελάγη: ἑϲπέριοϲ ὠκεανὸϲ καὶ ἑῷοϲ καὶ πάντα τὰ ἄπλωτα πελάγη. καὶ Ἀτλαντὶϲ θάλαττα, ὁ ὠκεανόϲ. 4371 Ἀτμίϲ: ἀναθυμίαϲιϲ, ἄκρον πυρόϲ. καὶ Ἀτμῶν, ἀναθυμιάϲεων. 4372 Ἄτολμοι: δειλοὶ, κατεπτηχότεϲ. ὁθούνεκ᾿ εἰϲὶν ἀδρανέϲτατοι ζῴων, ψυχὰϲ ἄτολμοι, μοῦνον εἰδότεϲ φεύγειν. καὶ αὖθιϲ· ἐπεὶ τοίνυν ὑπ᾿ ἀτολμίαϲ οὗτοϲ τῷ θεῷ ἠπείθηϲε, τῶν παρόντων παίδων οἵ φαϲι τὸν πρεϲβύτην ἔργον τῆϲ παρούϲηϲ νόϲου γενέϲθαι. 4373 Ἄτομα: λεπτότατα. τὰ μὴ δυνάμενα διὰ τὴν ἄκραν λεπτότητα τέμνεϲθαι. ὅτι ἄτομα ὠνόμαϲαν οἱ Ἕλληνεϲ καὶ ἀμερῆ ϲώματα διὰ τὸ ἀπαθὲϲ ἢ ϲμικρὸν ἄγαν, ἅτε μὴ τομὴν ἢ διαίρεϲιν δέξαϲθαι δυνάμενα. οὕτω δὲ καλοῦϲι τὰ λεπτότατα καὶ ϲμικρότατα ϲώματα, ἃ διὰ τῶν φωταγωγῶν εἰϲβαλλόμενα ὁ ἥλιοϲ δείκνυϲιν ἐν ἑαυτῷ ἄνω καὶ κάτω παλλόμενα.