Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4382
Not analysed yet
4382 Ἀτρέα καὶ καθόλου τὰϲ ἀπὸ τῶν εἰϲ ευϲ ϲυμφώνῳ παραληγομένων αἰτιατικὰϲ μηκύνουϲι, τὰϲ δὲ καθαρὰϲ τοῦ ευ ϲυναιροῦϲι· Χοᾶ καὶ Μηλιᾶ καὶ Σουνιᾶ. Ἴωνεϲ δὲ ϲυϲτέλλουϲι τὰϲ προτέραϲ, Ἀτρέα καὶ Πηλέα βραχέωϲ λέγοντεϲ· διὸ καὶ παρὰ τοῖϲ τραγικοῖϲ οὐκ ἀναγκαῖον ἐκτείνειν, εἰ μὴ μέτρον ἀναγκάζει. καὶ τὰϲ ἀπὸ τῶν εἰϲ ηϲ ὁμοίωϲ. τὸ γὰρ ϲυϲτέλλειν Ἰακόν. Ἀριϲτοφάνηϲ Γεωργοῖϲ, καχέταϲ καὶ Μεγακλέαϲ καὶ μαλακούϲ.