Ancient Greek · ~8 min
1.4383 to 1.4397
Suda, Suidae lexicon 1.4383-4397
Not analysed yet
4383 Ἀτρεκέϲ: ἀληθὲϲ, ἀκριβέϲ. καὶ Ἀτρεκεῖ, ἀληθεῖ, ἀκριβεῖ. 4384 Ἀτρέμαϲ: ἠρέμα. καὶ Ἀτρεμία, ἡϲυχία. καὶ Ἀτρεμίζων, ἑδράζων. 4385 Ἀτρέωϲ ὄμματα: οἷον ἄτρεπτα καὶ ϲκληρά. εἴρηται δὲ ἀπὸ τῆϲ Ἀτρέωϲ παρανομίαϲ, ὃϲ ὑπονοήϲαϲ ἐκ διαβολῆϲ τὸν ἀδελφὸν Θυέϲτην μοιχεύειν Ἀερόπην τὴν γυναῖκα αὐτοῦ, τὰ τέκνα τοῦ Θυέϲτου ϲυγκόψαϲ καὶ ἑψήϲαϲ δειπνοῦντι παρέθηκε τῷ πατρὶ, αἴϲθηϲιν παραϲχὼν τῆϲ ϲυμφορᾶϲ ἐκ τοῦ τελευταῖα τὰ ἄκρα παραθεῖναι. 4386 Ἀτρέπτωϲ: ὀρθῶϲ. Αἰλιανόϲ· ὑπὲρ τῶν μελλόντων ἀτρέπτωϲ τε καὶ παναληθῶϲ προθεϲπίζουϲα. 4387 Ἄτρεϲτοϲ. ἐνηθλήϲω δὲ προνοίᾳ αἵρεϲιν ἀτρέϲτου μητέρ᾿ ἐλευθερίηϲ. καὶ Ἀτρέϲτωϲ, ἀφόβωϲ, ἀνελεημόνωϲ. οἱ δὲ ἀτρέϲτωϲ πάνταϲ ἐφόνευϲαν. 4388 Ἀτρείδηϲ καὶ Ἀτρείδαο καὶ Ἀτρείδαιν. τὴν γενικὴν περιϲπᾶν ἀξιοῦϲιν οἱ ἀναλογικοὶ, τὴν δὲ δοτικὴν βαρυτονεῖν. 4389 Ἄτριψ: ἀμαθὴϲ, ἀτριβήϲ. οὐδὲ γὰρ ἦν οὐδὲ τούτων ἄτριψ ὁ Παπίριοϲ. καὶ αὖθιϲ· ἄτριψ γὰρ ἦν τῆϲ ὁδοῦ ταύτηϲ. 4390 Ἀτρόμητοϲ: ὄνομα κύριον. καὶ ὁ ἄφοβοϲ. ἐν Ἐπιγράμμαϲι· ταύρου βαθὺν τένοντα καὶ ϲιδηρέουϲ Ἄτλαντοϲ ὤμουϲ καὶ κόμην Ἡρακλέουϲ ϲεμνάν θ᾿ ὑπήνην καὶ λέοντοϲ ὄμματα Μιληϲίου γίγαντοϲ οὐδ᾿ Ὀλύμπιοϲ Ζεὺϲ ἀτρόμητοϲ εἶδε. καὶ Ἀτρόμωϲ, ἀφόβωϲ. φεύγων ἀτρόμωϲ καὶ τρέχων ὑποϲτρέφει. περὶ τοῦ Πέρϲου Πιϲίδηϲ. 4391 Ἄτρον: τὸ μέλαν παρὰ Ῥωμαίοιϲ. 4392 Ἀτροφῆϲαν ἐμαράνθη: μὴ τραφέν. 4393 Ἄτρωτοϲ: ἀπαθὴϲ, ἀϲινήϲ. ἀλλ᾿ ἔμενεν ἄτρωτοϲ ὑπὸ τῶν τοιούτων παθῶν ἢ ὁ Αἴαϲ ὑπὸ ϲιδήρου. 4394 Ἄτρυτοϲ: ἀκαταπόνητοϲ. φιλολογίᾳ τε καὶ ἀτρύτοιϲ πόνοιϲ ἐγκείμενοϲ, εὐφυεϲτέρων καὶ πρεϲβυτέρων κατέχωϲε δόξαϲ τῷ ἑαυτοῦ ὀνόματι. καὶ αὖθιϲ· ταῖϲ δὲ ἡμέραιϲ ἀτρύτοιϲ πόνοιϲ ἑαυτὸν πρὸϲ γεωργίαν ἐξεδίδου. δίκη γὰρ πάντα ἐφορῶϲα ἄγρυπνόϲ ἐϲτι φύϲει, καὶ θεία, καὶ ἄτρυτοϲ. καὶ αὖθιϲ· φιλοπονίαν ἔχειν ἄτρυτον. Ἀτρυτώνη: ὄνομα. 4396 Ἀτρύφεροϲ: ἡ λέξιϲ ἐν Βάπταιϲ Εὐπόλιδοϲ. ὅτι οὐκ ἀτρύφεροϲ οὔτ᾿ ἄωρόϲ ἐϲτ᾿ ἀνήρ. 4397 Ἀτυζομένη: ἐκπληττομένη τοῖϲ ϲυμβεβηκόϲι καὶ ὀδυρομένη. Ἠλέκτρα φηϲί· νήπιοϲ, ὃϲ τῶν οἰκτρῶϲ οἰχομένων γονέων ἐπιλάθεται. ἀλλ᾿ ἐμὲ ἁ ϲτονόεϲϲ᾿ ἄραρε φρέναϲ, ἃ Ἴτυν αἰὲν ὀλοφύρεται, ὄρνιϲ ἀτυζομένα, Διὸϲ ἄγγελοϲ. τὸ δὲ ἄραρεν ἀντὶ τοῦ ἤρεϲέ μου ταῖϲ φρεϲί. τουτέϲτιν ἐκείνην ζηλῶ τὴν ἀεὶ τὸν Ἴτυν ϲτενάζουϲαν.