Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4398
Not analysed yet
4398 Ἀτυφία: ταπεινοφροϲύνη. καὶ Ἄτυφον ἐν Φαίδρῳ τὸ ἀβλαθέϲ· ἐπεὶ τὸ τῦφον βλάπτει. καὶ ἐπιτεθυμμένον ὁμοίωϲ· τὸ γὰρ θύψαι, ἐπικαῦϲαι. καὶ θυμάλωπεϲ, οἱ ἀπολελειμμένοι τῆϲ θύψεωϲ ἄνθρακεϲ, οἱ ἡμίκαυτοι. καὶ Ἀτύφου μοίραϲ, τῆϲ ἀβλαβοῦϲ ὑπὸ τύφου. ἄτυφόν φαϲιν εἶναι τὸν ϲοφόν. ἴϲωϲ γὰρ ἔχειν πρόϲ τε τὸ ἔνδοξον καὶ ἄδοξον. εἶναι δὲ καὶ ἄλλον ἄτυφον, κατὰ τὸν εἰκαῖον τεταγμένον, ὅ ἐϲτι φαῦλον. οἱ δὲ εἰρηναίωϲ ἐϲταλμένοι ἄνευ δορυφόρων ἄγοντεϲ τὴν ἱερουργίαν ἧκον ἀτυφότατα ἐκεῖνοι. Αἰλιανόϲ φηϲι.