Ancient Greek
Book 1, Chapter B
Suda, Suidae lexicon 1.440
Not analysed yet
440 Βουλιμιᾶν: τὸ παρ’ ἡμῖν. Ξενοφῶν δὲ βουλιμιᾶν λέγει τὸ τὸν ϲτόμαχον ἐπιδάκνεϲθαι ὑπὸ λιμοῦ. ὁ δὲ παριὼν ἐπὶ τὰ ὑποζύγια, εἴ τί που ὀρῴη βρωτὸν, ἐδίδου τοῖϲ βουλιμιῶϲι. ϲυμπίπτει τε τῆϲ βουλιμιάϲεωϲ πάθοϲ, χιόνοϲ οὔϲηϲ, πονοῦϲι καὶ κτήνεϲι καὶ ἀνθρώποιϲ, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωϲιν, ὅταν ἐντὸϲ ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἀθρόωϲ ἀναλίϲκοντοϲ, εἴτε δριμεῖα καὶ λεπτὴ τῆϲ χιόνοϲ διαδυομένηϲ ἰοῦϲα πνοὴ τέμνει τὸ ϲῶμα καὶ διαφθείρει τὸ θερμὸν ἔξω αὖθιϲ διαδιδόμενον.