Ancient Greek · ~4 min
1.441 to 1.450
Suda, Suidae lexicon 1.441-450
Not analysed yet
441 B ούλιμοϲ· ἀρϲενικῶϲ. ἡ ἐπιτεταμένη λιμόϲ. ἐπὶ δὲ τῆϲ ὁδοῦ πολλοὶ ἔπεϲον ὑπὸ τοῦ βουλίμου καὶ χεῖραϲ καὶ πόδαϲ ἀπεκαύθηϲαν. 442 Βοῦλιϲ καὶ Σπέρχιϲ, Ἀθηναῖοι, οἳ αὐθαίρετοι ἐϲ Πέρϲαϲ ἀνῆλθον δώϲοντεϲ δίκαϲ ὑπὲρ τῶν κηρύκων Ξέρξου. 443 Βουλομέν ῳ: γλιχομένῳ, ἐπιθυμοῦντι. ὁ δὲ ἔφη θαυμάζων. ἐθελήϲειϲ τί μοι μαντεύϲαϲθαι; πάνυ γε, ἔφην, εἴ ϲοι βουλομένῳ ἐϲτίν. Ἀριϲτοφάνηϲ· βούλομαι δ᾿ ,ἄναξ, καλῶϲ δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶϲ. 444 Βουλυτόϲ: ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόεϲ ἀπολύονται τῶν ἔργῶν. Ἀρριανόϲ· γίνεται μάχη καρτερὰ ἔϲτε ἐπὶ βουλυτὸν ἀγχώμαλοϲ. καὶ αὖθιϲ Αἰλιανόϲ· καὶ ὁ μὲν ἔδραϲε τὸ προϲταχθέν· ὁ δὲ ὄρνιϲ πρὸ βουλυτοῦ ἐπ’ ἀμφοῖν βαδίζων καὶ τῶ πτέρυγε κρούων καὶ βαίνων μακρὰ καὶ αἴρων τὸν τράχηλον καὶ τὸν λόφον ἐπιϲείων, οἷον ὁπλίτηϲ γαῦροϲ, τὴν ἐϲ τὰ ἄλογα προμήθειαν ἀπεδείκνυτο. 445 Βουμολγόϲ: ὁ τὰϲ βοῦϲ ἀμέλγων. κέραϲ βουμολγὸϲ ταύρου κλάϲεν ἀτιμαγέλου. 446 Βοῦν ἐν γνάθοιϲ φέρει: ἐπὶ τῶν πολυφάγων. 447 Βουνιτῇϲι: τοῖϲ βουκόλοιϲ, τοῖϲ βοηλάταιϲ. 448 Βούνομοι ἐπιϲτροφαί. ὑπὸ βοῶν ἤγουν κατανεμόμεναι. 449 Βουνόμον: τὴν βοῶν θρεπτικήν. βουνόμον ἔχων ἀκτάν. 450 Βουνόϲ· λύϲιϲ ὀνείρου. ὄρει προϲέρπειν πραγμάτων δηλοῖ βίαν.