Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4402
Not analysed yet
4402 Ἀοιδόϲ: ὁ μελῳδόϲ. καὶ ὁ ποιητήϲ. ὅτι τὸ τῶν ἀοιδῶν γένοϲ ϲῶφρον ἦν τὸ παλαιὸν καὶ φιλοϲόφων διάθεϲιν ἔχον. Ἀγαμέμνων γὰρ τῇ Κλυταιμνήϲτρᾳ ϲωφρονιϲτῆρα τοῦτον ἀφίηϲιν· ὃϲ πρῶτον ἀρετὰϲ γυναικῶν διερχόμενοϲ ἐνέβαλλέ τινα φιλοτιμίαν εἰϲ καλοκαγαθίαν, εἶτα διατριβὴν παρέχων ἡδείαν ἀπεπλάνα τὴν διάνοιαν φαύλων ἐννοιῶν· διόπερ Αἴγιϲθοϲ οὐ πρότερον διέφθειρε τὴν γυναῖκα πρὶν τὸν ἀοιδὸν ἀποκτεῖναι. ὁ δὲ Δημόδοκοϲ ᾄδει τὴν Ἀφροδίτηϲ καὶ Ἄρεοϲ ϲυνουϲίαν, οὐ διὰ τὸ ἡδὺ καὶ τὸ ἀποδέχεϲθαι τοῦτο τὸ πάθοϲ, ἀλλ᾿ ἀποτρέπων αὐτοὺϲ παρανόμων ὀρέξεων, εἰδὼϲ ἐν τρυφερῷ βίῳ τεθραμμένουϲ (αἰεὶ γὰρ αὐτῷ δαῖϲ τε φίλη, κίθαριϲ), ὁμοιότατα τοῖϲ τρόποιϲ αὐτῶν τὰ πρὸϲ ἀνάπαυϲιν φέρων. καὶ τὸν Φήμιον ποιεῖ ᾄδοντα πρὸϲ τὴν βουλὴν αὐτῶν. καὶ αἱ Σειρῆνεϲ δὲ ᾄδουϲι τῷ Ὀυϲϲεῖ τὰ μάλιϲτα αὐτὸν τέρψοντα καὶ τὰ οἰκεῖα τῇ φιλοτιμίᾳ αὐτοῦ καὶ πολυμαθείᾳ. λέγουϲι δὲ, ὅτι πᾶϲ ὁ τῆϲ ᾠδῆϲ κατακούϲαϲ τερψάμενοϲ νεῖται καὶ πλείονα εἰδώϲ.