Ancient Greek · ~5 min
1.4403 to 1.4412
Suda, Suidae lexicon 1.4403-4412
Not analysed yet
4403 Ἄοινοϲ: ἐπὶ τῶν μὴ γευομένων οἴνου, καὶ ἐπὶ τῶν μὴ ἐχόντων οἶνον. 4404 Ἀοῖον: ἑῷον ἀϲτέρα. οὕτωϲ Ἀριϲτοφάνηϲ. 4405 Αὖ: δή. ἢ πάλιν. 4406 Αὖ: ποτὲ μὲν ἀντὶ τοῦ πάλιν, ποτὲ δὲ ἐκ περιττοῦ τιθέαϲιν. 4407 Αὐάνθη: ἐξηράνθη. 4408 Αὐγάζω· αἰτιατικῇ. 4409 Αὔγαροϲ: Ἐδέϲϲηϲ βαϲιλεύϲ· ὅϲτιϲ ἐπὶ Τραϊανοῦ βαϲιλέωϲ ἦν, καὶ δῶρα αὐτῷ προϲῆξεν ἐκεῖϲε ἀφιγμένῳ. ζήτει ἐν τῷ Φυλάρχηϲ. Ἄγβαροϲ λέγουϲιν οἱ πολλοί. 4410 Αὐγέαϲ, Ἀθηναῖοϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ, Ἄγροικοϲ, Πορφύρα, Δὶϲ κατηγορουμένοϲ· ἔϲτι δὲ τῆϲ μέϲηϲ κωμῳδίαϲ. 4411 Αὐγοειδήϲ· ἔφαϲκε δ᾿ οὖν παῤ ἐκείνου καὶ ἐκεῖνο ἀκηκοένοι ὁ Ἰϲίδωροϲ, ὡϲ ἔχει τι ἡ ψυχὴ αὐγοειδὲϲ ὄχημα λεγόμενον, ἀϲτροειδέϲ τι καὶ ἀΐδιον. καὶ τοῦτο μέντοι τῷ ἀϲτροειδεῖ ϲώματι τῷδε ἀποκέκλειται ἐνίοιϲ μὲν εἴϲω τῆϲ κεφαλῆϲ, ἐνίοιϲ δὲ εἴϲω τοῦ δεξιοῦ ὤμου· ὅπερ οὐδεὶϲ φαίνεται ἄλλοϲ ἱϲτορήϲαϲ. 4412 Αὕγουϲτοϲ Καῖϲαρ, ὁ καὶ Σεβαϲτὸϲ καὶ Ὀκταβϊανὸϲ ἐπικληθεὶϲ, Περὶ τοῦ ἰδίου βίου καὶ τῶν πράξεων βιβλία ιγ΄, καὶ τραγῳδίαν Αἴαντόϲ τε καὶ Ἀχιλλέωϲ. ὅτι Αὔγουϲτοϲ Καῖϲαρ δόξαν αὐτῷ πάνταϲ τοὺϲ οἰκήτοραϲ Ῥωμαίων κατὰ πρόϲωπον ἀριθμεῖ, βουλόμενοϲ γνῶναι πόϲον ἐϲτὶ πλῆθοϲ. καὶ εὑρίϲκονται οἱ τὴν Ῥωμαίων οἰκοῦντεϲ υι΄ μυριάδεϲ καὶ αιζ΄ ἄνδρεϲ.