Ancient Greek · ~7 min
1.4428 to 1.4442
Suda, Suidae lexicon 1.4428-4442
Not analysed yet
4428 Αὖθι: αὐτόθι. 4429 Αὐθιγενήϲ: αὐτόχθων, γνήϲιοϲ. Πέρϲηϲ εἰμὶ καὶ ἐκ πατέρων Πέρϲηϲ αὐθιγενήϲ, ναὶ δέϲποτα· πῦρ δὲ μιῆναι ἡμῖν τοῦ χαλεποῦ πικρότερον θανάτου. 4430 Αὖθίϲ: ἐξ ἀρχῆϲ, πάλιν, ἐκ δευτέρου. ἐκ παραλλήλου τιθέαϲι καὶ ταῦτα καὶ πάλιν. ϲημειωτέον δὲ ὅτι τὸ μὲν αὖθιϲ Ἀττικόν, τὸ δὲ αὖτιϲ Ὁμηρικόν. Αὖτιϲ, εἰϲ τοὐπίϲω. Αὖθιϲ, χρονικόν. ὦ ϲχῆμα πέτραϲ δίπυλον, αὖθιϲ αὖ πάλιν εἴϲειμι πρὸϲ ϲὲ ψιλὸϲ, οὐκ ἔχων τροφήν. Αὖθιϲ αὖ πάλιν, ἐξ ἀρχῆϲ δὴ πάλιν. ἢ ἐκ Σ δευτέρου δὴ πάλιν. 4431 Αὐθωρήτουϲ: ϲυντόμουϲ. 4432 Αὐθωρόν: αὐτῇ τῇ ὥρᾳ. 4433 Αὖλαξ: ἡ ἐπιμήκηϲ τομὴ τῆϲ γῆϲ ἐξ ἀρότρου. 4434 Αὐλαία: τὸ τῆϲ ϲκηνῆϲ παραπέταϲμα. κέχρηται δὲ αὐτῷ Ὑπερίδηϲ ἐν τῷ κατὰ Πατροκλέουϲ. Πολύβιοϲ· ἀκούων ταῦτα πάντα διὰ τῆϲ αὐλαίαϲ ἐγέλα ὁ βαϲιλεύϲ. καὶ αὖθιϲ· ὁ δὲ λαβὼν ἐκ τῆϲ παραπεπεταϲμένηϲ αὐλαίαϲ καλῴδιον ἑαυτὸν ἀπεκρέμαϲεν. 4435 Αὐλητρὶϲ πέπτωκεν: ἀμφιβολία λέξεωϲ, δύο ἢ καὶ πλείονα πράγματα Suid. ϲημαίνουϲα λεκτικῶϲ καὶ κυρίωϲ. δηλοῦται γὰρ δι᾿ αὐτῆϲ, ὅτι καὶ οἰκία τρὶϲ πέπτωκε, καὶ ὅτι ἡ κιθαρῳδὸϲ ἡ αὐλοῦϲα. καὶ ζήτει ἐν τῷ ἀμφιβολία. 4436 Αὔλειοϲ θύρα, καὶ Προαύλειοϲ. 4437 Αὐλή: τὸ νῦν ἀρχεῖον λεγόμενον· ὅπου ἀπήγοντο οἱ κατάκριτοι. καὶ τοὺϲ ἐκεῖϲε ὑπηρέταϲ αὐλικούϲ ὠνόμαζον. καὶ παροιμία· Εἴποιϲ τὰ τρία τὰ παρὰ τῇ αὐλῇ. καὶ αὖθιϲ· ἐξ ὧν ἅπανταϲ δεδιὼϲ τοὺϲ περὶ τὴν αὐλὴν, μάλιϲτα δὲ τὸν Φίλιππον, οὕτω πεποιῆϲθαι τὴν ἀποχώρηϲιν. καὶ Αὐλή, ἡ τοῦ βαϲιλέωϲ οἰκία. 4438 Αὐλητοῦ βίον ζῇϲ: ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων· παρόϲον ἐπιτηροῦντεϲ οἱ αὐληταὶ τοὺϲ θύονταϲ ἐξ ἀτελείαϲ ζῶϲιν. 4439 Αυλία: θύρα, πυλών. καὶ ἡ αὔλειοϲ. τῶν τε αὐλείων καὶ ϲταθμῶν τὰϲ θύραϲ ἐξέκοψαν. 4440 Αὔλια: ἀντὶ τοῦ ἔπαυλιϲ. ἢ ἀντὶ τοῦ τὰϲ μικρὰϲ αὐλάϲ. οὕτωϲ Λυϲίαϲ καὶ Αἰϲχίνηϲ. 4441 Αὐλίζεται: κοιμᾶται, φυλάττει, παρεμβάλλει. καὶ Αὐλιζόμενοι, Ἀντιφῶν ἀντὶ τοῦ κοιμώμενοι. 4442 Αὐλίκουροι: φύλακεϲ. καὶ Αὐλικούϲ, κιθαρῳδούϲ.