Ancient Greek · ~1 min
1.4443 to 1.4445
Suda, Suidae lexicon 1.4443-4445
Not analysed yet
4443 Αὔλειοϲ: ἡ ἀπὸ τῆϲ ὁδοῦ πρώτη θύρα τῆϲ οἰκίαϲ. καὶ Αὐλείουϲ θύραϲ. καὶ ἑνικὸν αὔλειον λέγουϲιν ὡϲ ἡμεῖϲ. Ἀριϲτοφάνηϲ Δανοΐϲι· πρὸϲ τὸν ϲτροφέα τῆϲ αὐλείαϲ ἐχίνου κεφαλῆϲ κατορύττειν. Αὔλιον δὲ καὶ προαύλιον οὐδετέρωϲ. 4444 Αὖλιϲ: ἡ κοίτη. Αὐλὶϲ δὲ πόλιϲ Βοιωτίαϲ. 4445 Αὐλίϲκοι.