Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.443
Not analysed yet
443 Γράφω: τὸ ἐπιϲτέλλω, δοτικῇ. ἰϲτέον ὅτι τὸ γράφω πρὸϲ διάφορον ϲημαϲίαν διάφορον ἔχει καὶ τὴν ϲύνταξιν. καὶ εἰ μὲν γράφω ϲοι ἐϲτὶ, δοκεῖ ϲημαίνειν τὸ ἐπιϲτέλλω ϲοι· εἰ δὲ γράφω ϲε, ϲημαίνει τὸ ἐκτύπωμά ϲου ποιῶ· ὡϲ τὸ, οἱ τὰϲ μορφὰϲ γράφοντεϲ καὶ τὰ γράμματα. εἰ δὲ γράφομαί ϲε, ϲημαίνει τὸ κατὰ ϲοῦ ἐγγραφὰϲ ποιῶ, εἰϲ δικαϲτήρια ἐκτίθεμαι· ὡϲ τὸ, γράφομαί ϲε φόνων καὶ παρανόμων ἐπὶ τοῦ Ῥαδαμάνθυοϲ.