Ancient Greek · ~7 min
1.428 to 1.442
Suda, Suidae lexicon 1.428-442
Not analysed yet
428 Γραῦϲ: καὶ ἡ ἄνθρωποϲ, καὶ ὁ ἀνώτατοϲ ἀφρὸϲ ἐν τῷ ὑπερζεῖν τὰ ὄϲπρια γινόμενοϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία αὗται ποιοῦϲι. ποιητικῶϲ δὲ γρῆϋϲ λέγεται. ἡ γρῆϋϲ, ἡ χερνῆτιϲ, ἡ γυρὴ πόδαϲ, πύϲτιν κατ᾿ ἐϲθλὴν ὕδατοϲ Παιωνίου ἦλθέν Anth. ποθ’ ἑρπύζουϲα ϲὺν δρυὸϲ ξύλῳ. 429 Γραῦϲ ἀνακροτήϲαϲα πολὺν κονιορτὸν ἐγείρει: ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων. 430 Γραῦϲ ὥϲ τιϲ ἵπποϲ τὸν χαραδραῖον τάφον ἕξειϲ: ἐπὶ τῶν ἀξίωϲ τὰ ἔϲχατα παϲχόντων· παρόϲον οἱ γεγηρακότεϲ ἵπποι εἰϲ τὰϲ χαράδραϲ κρημνίζονται καὶ ἐμβάλλονται. 431 Γραῦϲ ϲέριφοϲ: ἡ ἐν παρθενίᾳ γεγηρακυῖα· ἀπὸ μεταφορᾶϲ τῆϲ ἀρουραίαϲ ἀκρίδοϲ, ἣν καλοῦϲι γραῦν ϲερίφην καὶ μάντιν. 432 Γραῦϲ χορεύει: ἐπὶ τῶν παῤ ὥραν τι διαπραττομένων· ταῖϲ γὰρ νέαιϲ πρέπει τὸ χορεύειν. καὶ Γραῶν ὕθλοι, ἡ παροιμία ἐπὶ τῶν μάτην ληρούντων. 433 Γραφάϲ: δικαϲτήρια, κατηγορίαϲ. 434 Γραφή τε καὶ Λευκαῖοϲ οὐ ταὐτόν: ἐπὶ τῶν ἀνόμοια γραφόντων. 435 Γράφεται: ἀντὶ τοῦ γράφει, ἢ κατηγορεῖ. 436 Γραφεύϲ: ὁ ζωγράφοϲ. ὃϲ τοῖϲ νεκροῖϲι ζωγραφεῖ τὰϲ ληκύθουϲ. τοιαῦτα γὰρ ἐν τοῖϲ μνήμαϲιν ἔγραφον. καὶ Δημοϲθένηϲ Γράφειν, τὸ ζωγραφεῖν. 437 Γραφείδιον καὶ Γραφεῖον. 438 Γράφειν ἐϲ τάχοϲ: οὕτω λέγεται κατὰ διαϲτολήν. Προκόπιοϲ· τὴν ἐϲ τάχοϲ γράφουϲαν μοῖραν. 439 Γραφή: ἡ περὶ τῶν δημοϲίων ἀδικημάτων κατηγορία, καὶ περὶ τῶν ἄλλων ἁμαρτημάτων. γίνονται δὲ γραφαὶ καὶ νόμων καὶ ψηφιϲμάτων οὐκ ἐπιτηδείων εἰϲκομίζεϲθαι δοκούντων, αἵτινεϲ γραφαὶ παρανόμων καλοῦνται. 440 Γραφή: δημοϲίου τινὸϲ ἐγκλήματοϲ ὄνομα. οὐ μόνον δὲ ὅταν ψηφίϲματοϲ ἢ νόμου κατηγορῇ τιϲ, παρανόμων γραφὴν ἀποφέρεϲθαι καὶ γράφεϲθαι λέγεται, ἀλλὰ καὶ ἐπ᾿ ἄλλοιϲ πολλοῖϲ δημοϲίοιϲ ἀδικήμαϲι. πολλὴ δὲ ἡ χρῆϲιϲ τοῖϲ ῥήτορϲιν. 441 Γραφή: ζωγραφία, κατηγορία, καὶ ἡ ἐπὶ γράμμαϲιν. ἀπορῶ, τράφω. γράφω μὲν ἀντὶ τοῦ καταγράφω, ἢ ζωγραφῶ ἐπὶ τῆϲ γῆϲ ξὺν τῷ δακτύλῳ καί τινι τοιούτῳ παιδιῇ τινι. 442 Γραφὴ καὶ ἐγκλήματα: κατηγορία καὶ ἐγκλήματα.