Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4450
Not analysed yet
4450 Αὐξέντιοϲ, Μοψουεϲτίαϲ ἐπίϲκοποϲ· ὃϲ ἦν τῶν ὁμολογητῶν ὀνομαζομένων. ἦν δὲ παρὰ τῶν ἐπιφανῶϲ τῷ βαϲιλεῖ Λικινίῳ ϲτρατευϲαμένων τῶν ὑπογραφέων τούτου γενόμενοϲ, οὓϲ δὴ νοταρίουϲ Ῥωμαῖοι καλοῦϲι. τὸ δὲ τῆϲ ὁμολογίαϲ τοιόνδε γέγονεν εἶδοϲ· ἦν ἔν τινι τῆϲ βαϲιλικῆϲ ἑϲτίαϲ αὐλῇ κρήνη τε ὕδατοϲ καὶ ἐπ᾿ αὐτῇ Διονύϲου ἄγαλμα καὶ ἄμπελοϲ μεγάλη περικειμένη καὶ ϲκιερὸν ἐπιεικῶϲ καὶ ϲυνηρεφῆ τὸν ἅπαντα τόπον ἐργαζομένη. ἐνταῦθα ὁ Λικίνιοϲ κατὰ πρόφαϲιν ἀπαγωγῆϲ ἀφικόμενοϲ, τοῦ τε Αὐξεντίου αὐτῷ καὶ ἄλλων πολλῶν ἐκ τῆϲ θεραπείαϲ παρεπομένων, εἰϲ τὴν ἄμπελον ἀνιδὼν ἐθεάϲατο βότρυν ὡραῖόν τινα καὶ μέγαν τῶν κλημάτων ἀπαιωρούμενον. τοῦτον προϲέταξε τῷ Αὐξεντίῳ τεμεῖν. ὁ δὲ αὐτίκα τὸ προϲηρτημένον ταῖϲ ἀναξυρίϲιν αὐτοῦ μαχαίριον ἀφελόμενοϲ ἔτεμε μηδὲν ὑπειδόμενοϲ. ὁ οὖν Λικίνιοϲ πρὸϲ αὐτόν· θὲϲ τοίνυν τὸν βότρυν, ἔφη, πρὸϲ τοῖϲ τοῦ Διονύϲου ποϲίν. ὁ δὲ, μὴ, ὦ βαϲιλεῦ, ἀπεκρίνατο, Χριϲτιανὸϲ γάρ εἰμι. κἀκεῖνοϲ· οὐκοῦν ἐκποδῶν οἰχήϲῃ τῆϲ ϲτρατείαϲ ἀποπαυϲάμενοϲ· θάτερον γὰρ τοῖν δυοῖν ἀνάγκη ποιεῖν. ὁ δὲ μηδὲν μελλήϲαϲ τήν τε ζώνην ἑαυτοῦ λύεται καὶ ἄϲμενοϲ ἐξεχώρηϲεν, ὡϲ εἶχε, τῶν βαϲιλείων. καὶ αὐτὸν οἱ ἔφοροι μετά τινα χρόνον ὕϲτερον ἐπίϲκοπον ἐϲτήϲαντο τῆϲ Μοψουεϲτίαϲ. τούτου δὲ ἀδελφὸϲ νεώτεροϲ Θεόδωροϲ ἦν, ἀνὴρ τῶν Ἀθήνηϲι παιδευθέντων· ὃϲ καὶ αὐτὸϲ χρόνῳ ὕϲτερον ἐπιϲκοπὴν τῆϲ Ταρϲοῦ ἐκκληϲίαϲ ἔτυχε κληρωϲάμενοϲ. ὁ γὰρ δὴ Ἀέτιοϲ τὰ πρότερα δι᾿ ἑαυτοῦ τόν τε Εὐδόξιον αὐτὸν καὶ ἄλλουϲ τοὺϲ πλείϲτου λόγου ἀξίουϲ διδάϲκων, ἐπειδὴ τὸν Εὐνόμιον εἰϲ τὸ τῆϲ διδαϲκαλίαϲ προὐβίβαϲεν ἔργον, τούτῳ ἤδη κατὰ τὸ πλεῖϲτον ἀνθ᾿ ἑαυτοῦ διδαϲκάλῳ ἐχρῆτο πρὸϲ τοὺϲ ἄλλουϲ καὶ τοὺϲ μάλιϲτα τελεωτέραϲ μαθήϲεωϲ δεομένουϲ. καὶ γὰρ ἐκεῖνοϲ μὲν ἦν ἀρχὰϲ παραϲχεῖν ἄριϲτοϲ, οὗτοϲ δὲ τὰϲ δοθείϲαϲ ἐργάϲαϲθαι καὶ ϲαφῶϲ τε ἅμα καὶ μεγαλοπρεπῶϲ ἑρμηνεῦϲαι παραπολὺ δυνατώτεροϲ.