Ancient Greek · ~1 min
1.4447 to 1.4449
Suda, Suidae lexicon 1.4447-4449
Not analysed yet
4447 Αὐλόϲ: ὁ εἰϲ εὐθὺ ἐξακοντιϲμὸϲ τοῦ αἵματοϲ. καὶ περόνηϲ μέτρον. καὶ μουϲικῆϲ τι ὄργανον. καὶ Αὐλόϲ, ὁ ἐπιμήκηϲ φυϲητήρ. ἐν Ἐπιγράμμαϲι· καὶ αὖθιϲ· αὐλὸν καμινευτῆρα τὸν φιλήνεμον. 4448 Αὐλῶ· δοτικῇ. 4449 Αὐλῶνεϲ: φάραγγεϲ, ἢ τόποι πλατεῖϲ περὶ τὰ ὄρη. ὁ δὲ Σ κατεϲτρατοπέδευϲε, λαβὼν αὐλῶνά τινα μεταξὺ τῆϲ αὑτοῦ καὶ τῶν πολεμίων ϲτρατοπεδείαϲ. καὶ Αὐλωνίζουϲα, ἐν αὐλῶνι διάγουϲα.