Ancient Greek · ~2 min
1.4453 to 1.4457
Suda, Suidae lexicon 1.4453-4457
Not analysed yet
4453 Αὐξίλια· ζήτει ἐν τῷ ψιλόϲ. 4454 Αὐξητική· ζήτει ἐν τῷ γεννητική. 4455 Αὔξω αἰτιατικῇ. 4456 Αὖον: ξηρόν. Ἡϲίοδοϲ· αὖον ἀπὸ χλωροῦ τάμνειν. καὶ ἐν Ἐπιγράμμαϲι· καὶ τρύφοϲ ἄρτου αὖον ἐπιθραύϲαϲ, τὴν πενιχρὴν θυϲίαν. καὶ αὖθιϲ· καὶ τὰ μὲν αὖοϲ ὑπὸ τοῦ φόβου ἦν, τὰ δὲ ἀνέφερεν ἡ ἐκ τοῦ θεοῦ πρόϲταξιϲ τὸν ἄνδρα. αὔω γὰρ τὸ ξηραίνω, παρὰ τὸ ὕω, τὸ βρέχω, ἀΰω μετὰ τοῦ ϲτερητικοῦ α, καὶ κράϲει αὔω. 4457 Αὖραν: πνοήν. ὁ δὲ Χαγάνοϲ τοὺϲ ὅρκουϲ ταῖϲ αὔραιϲ φέρειν ἐδίδου, ἀθρόον τε τὴν πολέμῳ φίλην ἀράμενοϲ ϲάλπιγγα τὰϲ δυνάμειϲ ἤθροιζεν.