Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4458
Not analysed yet
4458 Αὐρηλιανόϲ, βαϲιλεὺϲ Ῥωμαίων, τὰ πολέμια δεινῶϲ ἠϲκημένοϲ, ἀκάθεκτοϲ δὲ περὶ τὴν γνώμην καὶ πολὺ πρὸϲ ὠμότητα ῥέπων τῶν τε κατὰ πόλιν ἐπιϲήμων θανάτῳ πολλοὺϲ ἐζημίωϲεν ὑπὸ Ζηνοβίαϲ ἐλεγχθένταϲ, χαλεπόϲ τιϲ καὶ φονικὸϲ ὑπάρχων καὶ μᾶλλον ἀναγκαῖοϲ ϲτρατηγὸϲ ἤπερ αἱρετὸϲ βαϲιλεὺϲ, ἐν παντὶ δὲ καιρῷ δυϲχερὴϲ καὶ ἀπρόϲιτοϲ, ὡϲ μηδὲ τῶν οἰκείων αἵματοϲ διαμεῖναι καθαρόϲ· τὴν γὰρ τοῦ παιδὸϲ γαμετὴν καὶ ἀνέγκλητον διεχρήϲατο. τοῦ δὲ τῶν ϲτρατιωτῶν τάγματοϲ καὶ τῶν ἐξιτήλων καὶ διαλελυμένων ἠθῶν ὡϲ ἐπίπαν γενναῖοϲ ἦν ἐπανορθωτήϲ. ζήτει περὶ αὐτοῦ χρηϲμὸν ἐν τῷ αἴ κε πάθοι.