Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4466
Not analysed yet
4466 Αὐταῖϲι διαβολαῖϲ: Ἀττικὴ ϲύνταξιϲ. τοῦτο δὲ εἶπεν, ἐπεὶ διαβάλλων ὁ Κλέων τοὺϲ ἄλλουϲ ϲτρατηγοὺϲ καὶ προϲκρούων τῷ δήμῳ εἰϲ ἑαυτὸν βλέπειν τοὺϲ Ἀθηναίουϲ ἔπειϲεν. ὡϲ εἰ λέγοιμεν, αὐτοῖϲ ὅπλοιϲ τὰ ἅρματα, αὐτοῖϲ ἵπποιϲ. λείπει ἡ πρόθεϲιϲ. τῶν ἄλλων δὲ Παφλαγόνων· ὡϲ πάντων μὲν ὄντων πονηρῶν, ἐξαιρέτωϲ δὲ τοῦ Κλέωνοϲ. ὅτι ϲύντροφον Ἀθηναίοιϲ ἄνευ τῆϲ ϲύν προθέϲεωϲ λέγειν αὐτοῖϲ ὅπλοιϲ, αὐτοῖϲ ταλάροιϲ.