Ancient Greek · ~5 min
1.4459 to 1.4465
Suda, Suidae lexicon 1.4459-4465
Not analysed yet
4459 Ἀϋϲάντων: βοηϲάντων, φωνηϲάντων, κηρυξάντων. 4460 Αὐϲόνιοϲ, ϲοφιϲτὴϲ, γεγραφὼϲ ἐπιϲτολὰϲ καὶ ἄλλα τινὰ πρὸϲ Hesy. Νόννον. 4461 Αὐϲονίων: Ἰταλῶν. καὶ Αὔϲονεϲ, οἱ βαϲιλεῖϲ· παρὰ τὸ αὔϲω, τὸ τολμῶ. οἱ πάντα ἐπιτολμῶντεϲ τῷ προϲτάγματι. καὶ Αὐϲόνιοϲ πόντοϲ, ἡ Σικελικὴ θάλαϲϲα· ἀπὸ Αὔϲονοϲ, τοῦ Ὀδυϲϲέωϲ καὶ Καλυψοῦϲ υἱοῦ ἐκεῖ βαϲιλεύϲαντοϲ. 4462 Αὐϲτηρόϲ. αὐϲτηρούϲ εἶναί φαϲι πάνταϲ τούϲ ϲοφοὺϲ καὶ ϲπουδαίουϲ, τῷ μήτε αὐτοὺϲ κατὰ ἡδονὴν ὁμιλεῖν μήτε παῤ ἄλλοιϲ Phil. τὰ καθ᾿ ἡδονὴν παραδέχεϲθαι. καὶ ἄλλον δὲ εἶναι αὐϲτηρὸν, παραπληϲίωϲ λεγόμενον τῷ αὐϲτηρῷ οἴνῳ, ᾧ κατὰ μὲν φαρμακοποϲίαϲ χρῶνται, πρὸϲ δὲ πρόποϲιν οὐ πάνυ. ὅτι τὸν αὐϲτηρὸν ἡ κωμῳδία Suid. ἄγροικον ἡγεῖται. 4463 Αὐτάγγελοϲ: ἡ ἀφ᾿ ἑαυτῆϲ ἀπαγγέλλουϲα. αὐτάγγελοϲ γὰρ ἡ δρῦϲ αὐτή ϲοι φράϲει· ἔχει γὰρ γράμματα. καὶ αὖθιϲ· ἦλθϲν ἂν παρὰ βαϲιλέωϲ αὐτάγγελοϲ τούτων, εἰ μὴ νόϲῳ μακρᾷ καὶ χαλεπῇ ἔκαμνε. καὶ αὖθιϲ· ξυλληφθέντα δὲ εἱρχθῆναι κελεύει, ὡϲ μὴ ἐπανελθόντα εἰϲ τὸ ϲτρατόπεδον αὐτάγγελον γενέϲθαι τῶν ξυμφορώτερον ἂν κρυπτομένων. 4464 Αὐτάρκεια. Πολύβιοϲ· ἄξιοϲ μὲν ὁ ἀνὴρ ἐπαινεῖϲθαί τε καὶ θαυμάζεϲθαι, μάλιϲτα δὲ τῆϲ αὐταρκείαϲ τοῦ βίου, ἣ φιλοϲοφία τιϲ αὐτοδίδακτοϲ ἐγένετο περὶ αὐτὸν, ἣν ἐν πολλοῖϲ ἐπεδείξατο πράγμαϲιν. καὶ Ἀὐταρκῶ· δοτικῇ. 4465 Αὐταῖϲ ἀμάλαιϲ: ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομένων. οἱονεὶ αὐτοῖϲ βάθροιϲ, αὐταῖϲ ῥίζαιϲ· ἀμάλη γὰρ ὁ καρπόϲ.