Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4469
Not analysed yet
4469 Αὐτή: ἐκείνη, Αὕτη δὲ δεικτικῶϲ. καὶ αὕτη ἡ ἡμέρα, ἣν ἐποίηϲεν ὁ κύριοϲ. αὕτη ἐϲτὶ τὸ κυριακὸν Πάϲχα, Μαρτίου κε΄. εἰ οὖν τῇ γ΄ ἡμέρᾳ ἀνέϲτη ὁ Χριϲτὸϲ, ὡϲ αὐτὸϲ ἔλεγε· δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναϲτῆναι· διὰ τί ὀγδόη λέγεται ἡ ἀνάϲταϲιϲ τοῦ κυρίου; καὶ τρίτη μὲν εἴρηται ὡϲ ἀπὸ τοῦ πάθουϲ καὶ τοῦ ϲταυροῦ, ὀγδόη δὲ ὡϲ ἀπὸ τῆϲ δημιουργίαϲ καὶ τῆϲ ἀναϲτάϲεωϲ. ἡ ἀρχὴ γὰρ τοῦ φαινομένου κόϲμου ἐν αὐτῇ γέγονε, καὶ τὸ ἀληθινὸν φῶϲ ὁ Χριϲτὸϲ ἐν αὐτῇ ἀνέϲτη.