Ancient Greek
1.4470 to 1.4485
Suda, Suidae lexicon 1.4470-4485
Not analysed yet
4470 Αὕτη γε χρηϲτῶν ἐϲτιν ἀνδρῶν ἡ νόϲοϲ: ἐπὶ τῶν ἐν ψόγου τάξει λεγόντων τι κατά τινοϲ, ὅπερ ἐϲτὶν ἄξιον ἐπαινεῖϲθαι. 4471 Αὑτηΐ· Ἀριϲτοφάνηϲ· ἀμὶϲ μὲν, ἦν οὐρητιάϲῃϲ, αὑτηῒ παρὰ ϲοὶ ἠρεμήϲεται ἐγγὺϲ ἐπὶ τοῦ παττάλου. 4472 Αὐτὴ κάμινοϲ, αὐτὸϲ εἵλκυϲε καπνὸϲ ἢ τροχόϲ: ἐπὶ τῶν ὅμοια καὶ παραπλήϲια διαπραττομένων. 4473 Αὐτήκοοι: οἱ μὴ ἐπιταϲϲόμενοι, αὐτοὶ δὲ ἑαυτῶν ἀκούοντεϲ. 4474 Αὐτῆμαρ: αὐτῇ τῇ ἡμέρᾳ. 4475 Αὕτη μὲν ἡ μήρινθοϲ οὐδὲν ἔϲπαϲε: παροιμία ἐπὶ τῶν μηδενὸϲ τυγχανόντων. ἡ μεταφορὰ ἀπὸ τῶν ἁλιέων. 4476 Αὐτήν· ζήτει ἐν τῷ ἀνελοῦϲα γὰρ τὸν νόμον ἐχειροτόνηϲεν αὐτήν. 4477 Ἀϋτήν: βοὴν, μάχην. 4478 Αὐτὴ νῦν ἡ ϲοφία ζῇ: ἐπί τινοϲ εὐδοκιμοῦντοϲ. καὶ Αὐτὴ νῦν ἀνθεῖ ἡ Μοῦϲα· ὅμοιον τῷ προτέρῳ καὶ πολιτικώτερον. 4479 Αὐτίκα: μετ᾿ οὐ πολὺ. εὐθέωϲ, παραχρῆμα, ϲυντόμωϲ, πρὸϲ ὀλίγον, ἢ μικρὸν ὕϲτερον. τὸ δὲ Αὐτίκα μάλα, ἀντὶ τοῦ εὐθύϲ. καὶ παροιμία· Αὐτίκα καὶ φυτὰ δῆλα, ἃ μέλλει κάρπιμ᾿ ἔϲεϲθαι, ἐπὶ τῶν εὐθὺϲ ἀπὸ πρώτηϲ ἀρχῆϲ πρὸϲ ἀγαθὸν τέλοϲ ἀποβλεπόντων. 4480 Αὖτιϲ καὶ Αὖθιϲ, ἑκατέρωϲ λέγουϲιν. 4481 Αὐτίτην: τὸν αὐθιγενῆ οἶνον. Ἀμφικτύοϲι Τηλεκλείδηϲ. 4482 Αὐτό· αὐτὸ ἔλεγον οἱ φιλόϲοφοι τὸ κυρίωϲ λεγόμενον. καὶ Phil. τὴν ἰδέαν διὰ τοῦ αὐτὸ ἐδήλουν αὐτοάνθρωποϲ λέγοντεϲ καὶ αὐτοδόξαϲτον, τὸ κυρίωϲ καὶ μᾶλλον δοξαϲτὸν καὶ μᾶλλον δόξα· καὶ αὐτοαληθῶϲ, ᾗ ἐϲτι μᾶλλον ἀκριβῶϲ. ὥϲτε ἐϲτὶν αὐτοδόξα. ἐν ᾧ γὰρ τὸ αὐτὸ, ἐν τούτῳ μάλιϲτα καὶ ἀκριβέϲτερον. 4483 Αὐτοαπλότηϲ· ἀλλ᾿ ὁ τε βαϲιλεὺϲ τὸν τρόπον ἦν αὐτοαπλότηϲ, καὶ ϲιωπῶϲά τιϲ ἐπιείκεια, καὶ πρὸϲ τὰϲ δωρεὰϲ ὑγρὸϲ καὶ καταφερὴϲ, καὶ πρὸϲ τὰϲ πράξειϲ βαρὺϲ καὶ ϲυντεταμένοϲ. 4484 Αὐτοβοᾷϲ ὅμοιοϲ ὢν τῷδε: Ἀττικῶϲ πάνυ ϲυμπέπλεκται. ϲημαίνει δὲ, οἷον αὐτὸϲ ἑαυτῷ μαρτυρεῖϲ κεκραγὼϲ ὅμοιοϲ εἶναι τῷδε. 4485 Αὐτοβοεί: ἐν αὐτῇ τῇ μάχῃ. Ἀγαθίαϲ· πῶϲ γὰρ ἐνῆν αὐτοὺϲ ὀλίγουϲ ὄνταϲ ἐνεγκεῖν τὰ πλήθη τῶν πολεμίων καὶ μὴ οὐχὶ αὐτοβοεὶ διαφθαρῆναι ὑπὸ δέουϲα; ἐκκληϲιαϲθέντεϲ ἐδογμάτιζον αὐτοβοεὶ παραδώϲειν τὴν πόλιν. ἀντὶ τοῦ αὐθημερὸν, οἱονεὶ ἔναυλον. ἢ ἔτι τῶν βοῶν ἐν ζυγῷ ὄντων.