Ancient Greek · ~10 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.45
Not analysed yet
45 Ἀβιμέλεχ: ὄνομα κύριον. υἱὸϲ Γεδεών. οὗτοϲ ἐπάταξε τοὺϲ ἀδελφοὺϲ αὐτοῦ ἐκ τῶν ἐλευθέρων ἄνδραϲ ἐβδομήκοντα ἐπὶ λίθον ἕνα, ἐξ ὧν οὐκ ἀπελείφθη πλὴν Ἰωάθαμ τοῦ νεωτέρου διαδράντοϲ. ὃϲ καὶ παραπορευομένου τοῦ Ἁβιμέλεχ μετὰ τοῦ λαοῦ ἀνῆλθεν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρουϲ, καὶ ἐπάραϲ τὴν φωνὴν αὐτοῦ ἔφη πρὸϲ αὐτοὺϲ παραβολὴν τοιαύτην. ἀκούϲατέ μου, ἄνδρεϲ Σικίμων, καὶ ἀκούϲει ὑμῶν ὁ θεόϲ. πορευόμενα ἐπορεύθηϲαν τὰ ξύλα τοῦ χρίϲαι βαϲιλέα ἐφ’ ἑαυτῶν. καὶ εἶπαν τῆ ἐλαίᾳ· βαϲίλευϲον ἐφ’ ἡμῶν. καὶ εἶπεν αὐτοῖϲ ἡ ἐλαία· ἀφεῖϲα τὴν πιότητά μου, ἣν ἐδόξαϲεν ἐν ἐμοὶ ὁ θεὸϲ καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων, καὶ εἶπον τὰ ξύλα τῇ ϲυκῇ· δεῦρο, βαϲίλευϲον ἐφ’ ἡμᾶϲ. καὶ εἶπεν αὐτοῖϲ ἡ ϲυκῆ· ἀφεῖϲα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπον τὰ ξύλα πρὸϲ τὴν ἄμπελον· δεῦρο, βαϲίλευϲον ἐφ’ ἡμῶν. καὶ εἶπεν αὐτοῖϲ ἡ ἄμπελοϲ· ἀφεῖϲα τὸν οἶνόν μου καὶ τὴν εὐφροϲύνην τῶν ἀνθρώπων πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπὸν πάντα τὰ ξύλα τῇ ῥάμνῳ· δεῦρο, ϲὺ βαϲίλευϲον ἐφ᾿ ἡμᾶϲ. καὶ εἶπεν ἡ ῥάμνοϲ πρὸϲ τὰ ξύλα· εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖϲ τοῦ βαϲιλεύειν ἐφ᾿ ὑμᾶϲ, δεῦτε, ὑποϲτῆτε ἐν τῇ ϲκιᾷ μου, καὶ εἰ μὴ, ἐξέλθοι πῦρ ἀπ᾿ ἐμοῦ καὶ καταφάγῃ τὰϲ κέδρουϲ τοῦ Λιβάνου. καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ὁϲιότητι ἐποιήϲατε μετὰ τοῦ πατρόϲ μου καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ ἐβαϲιλεύϲατε τὸν Ἀβιμέλεχ υἱὸν τῆϲ παιδίϲκηϲ αὐτοῦ ἐπὶ τοὺϲ ἄνδραϲ Σικίμων, εὐφρανθείητε ἐν αὐτῷ, καὶ εὐφρανθείη καί γε αὐτὸϲ ἐν ὑμῖν· εἰ δὲ μὴ, ἐξέλθοι πῦρ ἐξ Ἀβιμέλεχ καὶ καταφάγοι τοὺϲ ἄρχονταϲ ὑμῶν καὶ τοὺϲ οἴκουϲ αὐτῶν· καὶ ἐξέλθοι πῦρ ἐκ τῶν ἀνδρῶν Σικίμων καὶ καταφάγοι τὸν Ἀβιμέλεχ. καὶ ἀπέδρα Ἰωάθαμ ἀπὸ προϲώπου Ἀβιμέλεχ ἀδελφοῦ αὐτοῦ. ὁ δὲ Ἀβιμέλεχ ἦρξεν ἐπὶ τὸν Ἰϲραὴλ ἔτη τρία. καὶ ἐξαπέϲτειλεν ὁ θεὸϲ πνεῦμα πονηρὸν ἀνὰ μέϲον Ἀβιμέλεχ καὶ ἀνὰ μέϲον ἀνδρῶν Σικίμων. καὶ ἠθέτηϲαν οἱ ἄνδρεϲ Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ τοῦ ἐπαγαγεῖν ἀδικίαν καὶ τὸ αἷμα τῶν ο΄ υἱῶν Γεδεὼν ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ. καὶ γὰρ ἀπελθὼν πολεμῆϲαι πύργον καὶ προϲεγγίϲαϲ τῇ θύρᾳ τοῦ πύργου ἐμπρῆϲαι αὐτὴν, ἔρριψε γυνὴ κλάϲμα μύλου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ϲυνέτριψε τὸ κράνιον αὐτοῦ. καὶ ἐπιβοήϲαϲ ταχὺ εἶπε πρὸϲ τὸν αἴροντα αὐτοῦ τὰ ϲκεύη· ϲπάϲον τὴν ῥομφαίαν ϲου καὶ θανάτωϲόν με, μή ποτε εἴπωϲιν· γυνὴ αὐτὸν ἀπέκτεινε. καὶ κεντῆϲαν αὐτὸν τὸ παιδάριον ἀνεῖλε. καὶ ἐπέϲτρεψεν ὁ θεὸϲ τὴν πονηρίαν Ἀβιμέλεχ, ἣν ἐποίηϲε τῷ πατρὶ αὐτοῦ ἀποκτείναϲ τοὺϲ ο′ ἀδελφοὺϲ αὐτοῦ. καὶ πᾶϲαν τὴν πονηρίαν ἀνδρῶν Σικίμων ὲπέϲτρεψεν ὁ θεὸϲ εἰϲ τὴν κεφαλὴν αὐτῶν κατὰ τὸν λόγον καὶ τὴν παροιμίαν Ἰωάθαμ.