Ancient Greek · ~4 min
1.46 to 1.58
Suda, Suidae lexicon 1.46-58
Not analysed yet
46 Ἄβιννα: ὄνομα πόλεωϲ. 47 Ἄβιοϲ· Ἀντιφῶν τὸν ἄβιον ἐπὶ τοῦ πολὺν τὸν βίον τάττει κεκτημένου. ὥϲπερ καὶ Ὅμηροϲ τὸ ἄξυλον ἀντὶ τοῦ πολύξυλον. 48 Ἀβιούδ: ὄνομα κύριον. 49 Ἀβίωτον: κακὸν ἀηδὲϲ, ὀδυνηρόν. ὁ δὲ ἀβιώτωϲ εἶχεν, εἰ μὴ κρατήϲοι τῆϲ πόλεωϲ. καὶ Ἀβίωτοϲ, ὁ μὴ ζῶν. 50 Ἀβίωτοϲ: ὁ πολυβίωτοϲ, μακροβίωτοϲ, βιωτικόϲ· πλὴν τοῦ βίοτοϲ, βιοτὴ καὶ βιοτεύω ῥῆμα. 51 Ἀβιϲάκ: ὄνομα κύριον. 52 Ἀβίϲαροϲ: ὄνομα τόπου. 53 Ἄβιτοϲ: ὄνομα κύριον. Ἄβιτοϲ τὴν ἀϲκητικὴν καλύβην ἐπήξατο. 54 Ἀβλεμέωϲ. ἀφροντίϲτωϲ. 55 Ἀβλεπτήματι: ἁμαρτήματι. ὁ δὲ φέρων ἐκαρτέρει τὰ τῶν ἰδιωτῶν ἀβλεπτήματα, τὰ δὲ τῶν λογικωτέρων αὐτὸν ἠνία. καὶ Ἀβλεπτοῦντεϲ. οἱ δὲ ἀβλεπτοῦντεϲ καὶ αἰδούμενοι ἀντοφθαλμεῖν πρὸϲ τὸν Φίλιππον ἐβοήθουν. 56 Ἄβληροϲ: ὄνομα κύριον. 57 Ἀβλῆτα: βέλη, τὰ μὴ πεμφθέντα εἰϲ τρῶϲιν. καὶ ἀβλῆτα ὀϊϲτὸν. τὸν κακόβλητον ἢ τὸν μήπω βεβλημένον. κλίνεται δὲ ἀβλὴϲ, ἀβλῆτοϲ. 58 Ἀβ ληχρήν: ἀϲθενῆ. βληχρὸν γὰρ τὸ ἰϲχυρόν. Αἰλιανόϲ· κατέϲτρεψεν οὖν τὸν βίον πράωϲ τε καὶ ϲὺν γαλήνῃ καὶ ἀβληχρῷ θανάτῳ, ὅνπερ οὖν ἐπαινεῖν καὶ Ὅμηροϲ δοκεῖ μοι.