Ancient Greek
1.450 to 1.462
Suda, Suidae lexicon 1.450-462
Not analysed yet
450 Ἀδειάϲ: εἶδοϲ ἐϲχάραϲ. 451 Ἀδειήϲ: ἄφοβοϲ. καὶ Ἄδειοϲ, ὁμοίωϲ. 452 Ἀδείμαντα: ἄφοβα. καὶ Ἄδειμοϲ, ὁ ἄφοβοϲ. 453 Ἀδείμαντοϲ· Κορινθίων ϲτρατηγὸϲ, ὃϲ ἄπολιν εἶπε τὸν Θεμιϲτοκλέα. ὁ δὲ, τίϲ, εἶπεν, ἄπολιϲ, ἔχων ϲ΄ τριήρειϲ. τούτου καὶ Πλάτων μέμνηται ἐν τῷ Πρωταγόρᾳ. ἦν γὰρ τῶν περὶ τοὺϲ καιροὺϲ τούτουϲ ϲτρατηγούντων. ἐκωμῳδοῦντο δὲ ἐπὶ πονηρίᾳ Κλέων, βύρμηξ καὶ Νικόμαχοϲ καὶ Ἀρχέμοροϲ μετ᾿ Ἀδειμάντου τοῦ Λευκολόφου. 454 Ἄδειν κελεύονθ᾿ ὡϲπερεὶ τέττιγα ἑϲτιῶντα. διότι πολύλαλόν ἐϲτι τὸ ζῷον. Ἀδεῖν δὲ ἀρέϲαι. 455 Ἄδειϲ ὥϲπερ εἰϲ Δῆλον πλέων: ἐπὶ τοῦ ἀφροντίϲτου καὶ φιληδοῦντοϲ. 456 Ἀδηκότεϲ: ταλαιπωρήϲαντεϲ. 457 Ἀδήλητοϲ: ἀϲινὴϲ, ἀβλαβήϲ. Ἀγαθίαϲ· καὶ ἐπεδείκνυντο ϲῶοί τε καὶ ἀδήλητοι. δηλῶ γὰρ τὸ βλάπτω. 458 Ἀδηλία: ἀοριϲτία, ἀπειρία. τῷ δὲ ὑπερηφανίᾳ χρωμένῳ καὶ τὴν τοῦ πολέμου ἀδηλίαν ἥκιϲτα βαλλομένῳ εἰϲ νοῦν ἠλπίζε ῥᾳδίωϲ αἱρήϲειν τὸ βάρβαρον. Ἀδηλία δὲ καὶ ἡ κρυφιότηϲ. 459 Ἀδημονῶ: τὸ λίαν λυποῦμαι. ὁ δὲ τὸ μὲν πρῶτον ἠδημόνει καὶ ἡϲυχίαν εἶχεν ὑπὸ τοῦ παρόντοϲ κακοῦ. καὶ Ἀδημονούϲηϲ, ἀπορούϲηϲ. 460 Ἀδηλώϲαϲ: ἀγνώριϲτον ποιήϲαϲ. ὁ δὲ ἀδηλώϲαϲ ἑαυτὸν πιναρᾷ ϲτολῇ καὶ λαβὼν δρέπανον ὡϲ ἄν γῆϲ ἐργάτηϲ. 461 Ἀδημονία: ἡ φροντίϲ. 462 Ἀδημονῶν: ἀγωνιῶν, ἀκηδιῶν. καὶ Ἀδημονέϲτεροϲ, ἀντὶ τοῦ ἀγωνιϲτικώτεροϲ. ὢν δὲ τοῦ προϲήκοντοϲ ἀδημονέϲτεροϲ ἀντεῖχε τούτῳ.