Ancient Greek · ~11 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.450.1
Not analysed yet
450 Γρηγόριοϲ, Ναζιανζοῦ ἐπίϲκοποϲ (ϲταθμὸϲ δέ ἐϲτιν οὗτοϲ Καππαδοκίαϲ,) ἀνὴρ ἐλλογιμώτατοϲ, ἀναγκαῖοϲ δὲ φίλοϲ Βαϲιλείου τοῦ τῆϲ Καιϲαρείαϲ ἐπιϲκόπου τῆϲ ἐν Καππαδοκίᾳ. οὗτοϲ οὐ μόνον γραμματικὸϲ καὶ τὰ ἐϲ τὴν ποίηϲιν δεξιόϲ, ἀλλὰ πολλῷ πλεῖον καὶ ἐϲ φιλοϲοφίαν ἐξήϲκητο, καὶ ῥήτωρ ἦν ἀμφιδέξιοϲ. οὗτοϲ ἔγραψε καταλογάδην πολλά· εἰϲ γὰρ τρεῖϲ μυριάδαϲ ϲτίχων τὰ ϲυντάγματα αὐτοῦ ϲυνέθηκεν· ἀφ’ ὧν εἰϲι τάδε· Περὶ τῆϲ τελευτῆϲ τοῦ ἀδελφοῦ Καιϲαρίου, Ἐπιτάφιοϲ εἰϲ τὸν ἑαυτοῦ πατέρα, ἕτεροϲ εἰϲ τὴν ἀδελφὴν Γοργονίαν, Περὶ φιλοπτωχίαϲ, Ἐπαίνουϲ τῶν Μακκαβαίων, Ἐπαίνουϲ Κυπριανοῦ, Ἐπαίνουϲ Ἀθαναϲίου, Ἐπαίνουϲ Ἥρωνοϲ φιλοϲόφου, Κατὰ Ἰουλιανοῦ τοῦ βαϲιλέωϲ λόγοι β΄, Κατὰ Εὑνομίου λόγοι β΄, Περὶ θεολογίαϲ α΄, Περὶ Υἱοῦ λόγοι β΄, Περὶ τοῦ ἁγίου πνεύματοϲ λόγοϲ α΄, Πανηγυρικοὶ λόγοι ι΄· καὶ ἕτεροι πλεῖϲτοι καὶ πᾶϲι γνώριμοι. ἠκολούθηϲε δὲ τῷ Πολέμωνοϲ χαρακτῆρι τοῦ Λαοδικέωϲ, τοῦ ϲοφιϲτεύϲαντοϲ ἐν Σμύρνῃ· ὃϲ ἐγεγόνει διδάϲκαλοϲ Ἀριϲτείδου τοῦ ῥήτοροϲ. ἐγράφη δὲ αὐτῷ καὶ ἑτέρα βίβλοϲ δι᾿ ἑξαμέτρων. παρθενίαϲ καὶ γάμου καθ’ ἑαυτοὺϲ διαλεγομένων· καὶ εἰϲ ἑτέραϲ ὑποθέϲειϲ ἐν παντοίοιϲ καὶ διαφόροιϲ μέτροιϲ, ἅτινα ϲυνάγονται εἰϲ ἐπῶν μυριάδαϲ τρεῖϲ. τοῦ δὲ Γρηγορίου τούτου καὶ Φιλοϲτόργιοϲ ὁ Ἀρειανὸϲ ἐν τῇ κατ᾿ αὐτὸν ἱϲτορίᾳ μνήμην πεποίηται καί φηϲι· Γρηγόριοϲ γὰρ ἤκμαζε κατ᾿ ἐκείνουϲ τοὺϲ χρόνουϲ ἐν τῇ Ναζιανζῷ (ϲταθμὸϲ δὲ οὗτοϲ ὁ τόποϲ Καππαδοκίαϲ) καὶ Βαϲίλειοϲ ἐν Καιϲαρείᾳ τῆϲ Καππαδοκίαϲ καὶ Ἀπολινάριοϲ ἐν τῆ Λαοδικείᾳ τῆϲ Συρίαϲ. τρεῖϲ δὴ οὗτοι ἄνδρεϲ τότε τοῦ ὁμοουϲίου προυμάχουν κατὰ τοῦ ἑτεροουϲίου, μακρῷ πάνταϲ παρενεγκόντεϲ τοὺϲ πρότερον καὶ ὕϲτερον ἄχριϲ ἐμοῦ τῆϲ αὐτῆϲ αἱρέϲεωϲ προϲτάνταϲ, ὡϲ παῖδα παῤ αὐτοῖϲ κριθῆναι τὸν Ἀθανάϲιον. τῆϲ τε γὰρ ἔξωθεν καλουμένηϲ παιδεύϲεωϲ ἐπιπλεῖϲτον οὗτοι προεληλύθειϲαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόϲα εἰϲ ἀνάγνωϲιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιϲτά γε αὐτῶν ὁ Γρηγόριοϲ. καὶ μὴν καὶ ϲυγγράφειν ἕκαϲτοϲ αὐτῶν ἐϲ τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατοϲ. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἶδοϲ τῆϲ λέξεωϲ μακρῷ ἄριϲτα εἶχε, Βαϲίλειοϲ δὲ πανηγυρίϲαι λαμπρότατοϲ ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παῤ ἀμφοτέροιϲ ἐξεταζομένῳ μείζω βάϲιν εἰϲ ϲυγγραφὴν εἶχεν ὁ λόγοϲ. καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότεροϲ, Βαϲιλείου δὲ ϲταθερώτεροϲ. τοϲαύτηϲ δὲ αὐτοῖϲ ἐν τῷ λέγειν καὶ γράφειν δυνάμεωϲ οὔϲηϲ, καὶ τὸ ἦθοϲ οὐδὲν ἧττον οἱ ἄνδρεϲ παρείχοντο πρὸϲ τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥϲτε καὶ οἰϲ ὡρῶντο καὶ οἷϲ ἔλεγον καὶ ὁπόϲα γράφοντεϲ διεδίδοϲαν, διὰ πάντων ᾕρουν εἰϲ τὴν ἑαυτῶν κοινωνίαν τούϲ καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέϲτερον ἁλίϲκεϲθαι δυναμένουϲ. τοϲαῦτα περὶ αὐτῶν ὡϲ ἐν παραδρομῇ Φιλοϲτόργιοϲ καὶ ταῦτα Ἀρειανὸϲ ὢν ἔγραψεν. ἔτι γοῦν περιὼν εἰϲ τὸν οἰκεῖον τόπον ὁ Γρηγόριοϲ ἐπίϲκοπον καταϲτήϲαϲ ἐν τῇ λαχούϲῃ αὐτὸν ἐκκληϲίᾳ, αὐτὸϲ ἐν ἀγρῷ τινι βίον μοναδικὸν ἀπηνέγκατο. ἐλάϲαϲ δὲ περὶ τὰ ἐνενήκοντα ἔτη καὶ ἐπέκεινα, Θεοδοϲίου τρίτον καὶ δέκατον ἔτοϲ ἄγοντοϲ, καταλύει τὸν βίον, ἀνάξιον τοῦτο τῆϲ αὐτοῦ παθῶν ἀρετῆϲ, τὸ τῆϲ καθέδραϲ ἀποκρουϲθῆναι τῆϲ βαϲιλευούϲηϲ τῶν πόλεων, καὶ προκριθῆναι μᾶλλον τοὺϲ φαυλοτέρουϲ ἢ τὸν ἐπ’ ἀρετῇ καὶ λαμπρότητι βίου πάντων μᾶλλὸν ὑπερανέχοντα.