Ancient Greek
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.451-2
Not analysed yet
451 Γρηγόριοϲ, Νύϲϲηϲ ἐπίϲκοποϲ, ἀδελφὸϲ Βαϲιλείου τοῦ Καιϲαρέωϲ, ἀνὴρ καὶ αὐτὸϲ ἐλλογιμώτατοϲ καὶ πάϲηϲ ὑπάρχων παιδείαϲ ἀνάπλεωϲ, προϲκείμενοϲ δὲ μᾶλλον τοῖϲ τῇ ῥητορικῇ χαίρουϲι. καὶ γοῦν εὐδόκιμοϲ ἐν ταύτῃ γεγένηται καὶ λαμπρὸϲ εἴ τιϲ ἄλλοϲ τῶν πάλαι ταύτῃ γεγενημένων. οὗτοϲ ϲυνέταξε κατ᾿ Εὐνομίου λόγον ἐξαίρετον αίρετον καὶ τεῦχοϲ θαυμάϲιον εἰϲ τὴν τοῦ ἀνθρώπου καταϲκευήν. ἄλλαϲ τε πυκνὰϲ καὶ ϲυνεχεῖϲ ὁμιλίαϲ. ξἴϲ τε τὰ Ἄιϲματα τῶν ᾀϲμάτων καὶ Εἰϲ τὸν Ἐκκληϲιαϲτὴν, καὶ πρὸϲ τὴν ἀδελφὴν Μακρίναν μακρόν τινα καὶ περικαλλῆ περὶ ψυχῆϲ ϲυνέθηκε λόγον. ἄλλα τε πολλὰ γεγραφήκει καὶ τὸν πολυθαύμαϲτον ἔπαινον τοῦ πρώτου τῶν μαρτύρων Στεφάνου. καὶ Βίον δὲ ϲυνέταξε Γρηγορίου τοῦ ἐν θαύμαϲι διαλάμψαντοϲ.