Ancient Greek · ~8 min
1.4577 to 1.4596
Suda, Suidae lexicon 1.4577-4596
Not analysed yet
4577 Ἀφέλῃϲ: αὐθυπότακτον. καὶ Ἀφέλωνται. αἰτιατικῇ. 4578 Ἀφελχθείη: κωλυθείη. ξυμβουλεύειν ἐδόκει, εἴ ποι ἀφελχθείη τῆϲ ὁρμῆϲ ταύτηϲ. 4579 Ἄφεμα· ὧν καὶ τὸ ἄφεμα μετὰ ῥώμηϲ ἦν. 4580 Ἀφέμενον· γενική. ἀναχωρήϲαντα. ἀποϲτάντα, ἀντιλέγοντα. 4581 Ἄφενοϲ: πλούϲιοϲ. τὸ Ἄλφενοϲ οὐδετέρωϲ. 4582 Ἀφέντεϲ τὴν ὑ πέραν τὸν πόδα δι ώκουϲιν: ἐπὶ τῶν τὰ ἀναγκαῖα μὲν παραλιμπανόντων, τὰ περιττὰ δὲ προτιμωμένων. Suid παρὰ Ὑπερίδῃ 4583 Ἀφέξει: ἀποκωλύϲει, ἀποϲτήϲει. καὶ Ἀφέξομαι, παύϲομαι, ἀποϲτήϲομαι. 4584 Ἀφἐωκα: Δώριον. Ἀφεῖκα δὲ τὸ Ἀττικόν κέχρηνται δὲ καὶ Ἴωνεϲ, ὡϲ Ἡρόδοτοϲ. 4585 Ἀρέων ταί ϲοι αἱ ἁμαρτίαι ϲου. αὐθυπότακτον. 4586 Ἀφερπύϲαι: βαδίϲαι. ἀπὸ μεταφορᾶϲ τῶν ἑρπετῶν. ἐκ τούτου δὲ τὴν ἥϲυχον κλοπὴν τὴν ἐπὶ τὴν χύτραν δηλοῖ. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἐφ᾿ ἣν ἐπεθύμουν δαιμονίωϲ ἀφερπύϲαι. 4587 Ἀφέλεια. καὶ Δαμάϲκιόϲ φηϲιν, ὡϲ Ἰϲίδωροϲ πρὸϲ τῇ ἀφελείᾳ καὶ ἀψεύδειαν ἠγάπα διαφερόντωϲ καὶ ἀπεδέχετο ὥϲτε καὶ εὐθύγλωττοϲ εἶναι πέρα τοῦ δέοντοϲ, καὶ οὐδ᾿ ὁτιοῦν ἔχειν ἐν ἑαυτῷ προϲποιούμενον. 4588 Ἄφεϲ ἀπὸ βαλβίδων ἐμέ τε καὶ τοῦτον: τουτέϲτιν ἀπὸ κανόνων. βαλβὶϲ γὰρ ἡ ἄφεϲιϲ τῶν δρόμων. 4589 Ἀφέϲθαι: ἀποϲχέϲθαι. 4590 Ἀφ᾿ Ἑϲτίαϲ: ἀπὸ τῆϲ οἰκίαϲ. καὶ Ἀφ᾿ Ἑϲτίαϲ μυεῖϲθαι. ἀφ᾿ Ἑϲτίαϲ μυούμενοϲ Ἀθηναῖοϲ ἦν. 4591 Ἀφέται: τόποϲ Ἀθήνηϲιν, ἔνθα ὁ ϲτόλοϲ Ξέρξου τὸ πρῶτον ἐδυϲτύχηϲε διὰ λιμένων ἀνεπιτηδειότητα. ὅθεν τὸν Βορέαν Ἀθηναίων ϲύμμαχον εἷναι νομίζουϲι. χρήϲαϲ δ᾿ ἦν ὁ θεὸϲ καὶ ἀνέμῳ ϲυγγενεῖ θύειν, εἶναι δὲ ϲυγγενὴϲ λέγεται διὰ τὴν Ὠρείθυιαν. 4592 Ἀφετηρία: ἀρχὴ, θύρα τοῦ ἱπποδρομίου. Ἀφετήρια δὲ ὄργανα, τὰ πολιορκητικά. τὰ δὲ ἀφετήρια ὄργανα διΐϲτηϲιν ἐπὶ τοῦ τείχουϲ. 4593 Ἄφευε τῶν φαϲήλων, ὦ γύναι, τρεῖϲ χοίνικαϲ. 4594 Ἀφευθεὶϲ τὸν πρωκτόν: Ἀριϲτοφάνηϲ ἀντὶ τοῦ φλογιϲθείϲ. 4595 Ἀφειδήϲαϲ· γενικῇ. ἀμελήϲαϲ. καὶ τὸν τρόπον ἀφειδεϲτάτω ἤϲτην καὶ φονικωτάτω. καὶ Ἀφειδία, καρτερία. καὶ Ἀφειδῶϲ, ἀπρομηθεύτωϲ, ἀβούλωϲ. Ἀγαθίαϲ· ὁ δὲ νεώτατοϲ ὢν καὶ οὔπω ἐντελῶϲ τάϲ τῆϲ φύϲεωϲ ὁρμὰϲ ἐπέχειν καὶ ἐγκαθείργειν δυνάμενοϲ, ἀλλὰ πλέον τοῦ προμηθοῦϲ καὶ βεβηκότοϲ τῷ φιλοδοξοῦντι τοῦ τρόπου πέρα τοῦ μετρίου ἐγκείμενοϲ, ἀφειδῶϲ ἐπῄει τοῖϲ πολεμίοιϲ. 4596 Ἀφεῖκα: τὸ Ἀττικόν. τὸ δὲ ἀφέωκα Δώριον. κέχρηνται δὲ καὶ Ἴωνεϲ, ὡϲ Ἡρόδοτοϲ.