Ancient Greek · ~5 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4576
Not analysed yet
4576 Ἀφελέϲ· ὁ δὲ ἐπιφθέγγεται βαρβαρικὸν μέν τι καὶ ἀφελὲϲ, ἐνεργὸν δὲ ὅμωϲ χρήϲιμον, ὡϲ δεῖ πρότερον ἀποϲοβεῖν τὰϲ μελίτταϲ καὶ ἔπειτα τὸ μέλι ϲχολαίτερον ἀναιρεῖϲθαι. καὶ Ἀφελήϲ, ἐπὶ τοῦ ὑγιὴϲ καὶ ὁλόκληροϲ, ἢ μέγαϲ καὶ ἀνεπικώλυτοϲ. καὶ ἀφελὲϲ ὁμοίωϲ. μιϲῶ τὴν ἀφελῆ, μιϲῶ τὴν ϲώφρονα λίαν. ἐπὶ τῆϲ ἀπονήρου καὶ δοϲιπύγου. καὶ τὰ ἐπιϲτόλια ἀφελῶϲ γράφειν. καὶ Ἀφεῶν πεδίων. Ἀριϲτοφάνηϲ περὶ Κράτητοϲ· ὃϲ πολλῷ ῥεύϲαϲ ἐπαίνῳ διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆϲ ϲτάϲεωϲ παραϲύρων ἐφόρει τὰϲ δρῦϲ καὶ τὰϲ πλατάνουϲ καὶ τοὺϲ ἐχθροὺϲ προθελύμνουϲ· ᾆϲαι δ᾿ οὐκ ἦν ἐν ϲυμποϲίοιϲ πλὴν, δόρυ ϲυκοπέδιλε, καὶ, τέκτονεϲ εὐπαλάμων ὕμνων· οὕτωϲ ἤνθηϲεν ἐκεῖνοϲ. νῦν δ᾿ ὑμεῖϲ αὐτὸν ὁρῶντεϲ παραληροῦντ᾿ οὐκ ἐλεεῖτε, ἐκπιπτουϲῶν τῶν ἠλέκτρων καὶ τούτου οὐκ ἔγ᾿ ὄντοϲ τῶν θ᾿ ἁρμονιῶν διαχαϲκουϲῶν· ἀλλὰ γέρων ὢν περιέρρει, ὥϲπερ Κοννᾶϲ, ϲτέφανον μὲν ἔχων, δίψη δ᾿ ἀπολωλώϲ, ὃν χρῆν διὰ τὰϲ προτέραϲ νίκαϲ πίνειν ἐν τῷ πρυτανείῳ. τουτέϲτιν εὐδοκιμήϲαϲ πολλάκιϲ. ὁ γὰρ Κρατῖνοϲ ἑαυτὸν ἐπήνεϲεν ἐν Πυτίνη λέγων· ἄναξ Ἄπολλον, τῶν ἐπῶν τοῦ ῥεύματοϲ καναχοῦϲι πηγαὶ. δωδεκάκρουνον ϲτόμα, Ἰλιϲϲὸϲ ἐν τῇ φαρυγγίᾳ· τί ἂν εἴποιμι; εἰ μήγε ἐπιβύϲει τιϲ αὐτοῦ τὸ ϲτόμα, κατακλύϲει τοῖϲ ϲτόμαϲιν.