Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4603
Not analysed yet
4603 Ἀφηλικέϲτεροϲ· ὁ δὲ Καῖϲαρ τοὺϲ μὲν ἀφηλικεϲτέρουϲ ἀφῆκε τῶν ϲτρατιωτῶν, τοῖϲ δὲ τὴν ϲτρατεύϲιμον ἡλικίαν ἔχουϲι θέατρα τέθεικεν. Ἀλρριανόϲ· παιδὸϲ γὰρ ἐκείνου ἀφήλικοϲ ἐπιτροπεύϲειν τε αὐτοῖϲ μέλλον καὶ ὑπὸ τῶν ἐκείνου προϲχήματι πάν ὅτι περ καθ᾿ ἡδονήν ϲφιϲι πράξειν ἐϲ τούϲ ὑπηκόουϲ. καὶ αὖθιϲ· τὸν μὲν νεανίαν, τὸν δὲ ἀφηλικέϲτερον. καὶ Ἀφήλικα, τὸν πρεϲβύτην. τινὲϲ δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆϲ ἐννόμου ἡλικίαϲ παιδόϲ· ὅπερ δεῖ φυλάττεϲθαι. ἐπὶ γὰρ τοῦ πρεϲβυτέρου λέγεται.