Ancient Greek · ~8 min
1.4604 to 1.4626
Suda, Suidae lexicon 1.4604-4626
Not analysed yet
4604 Ἄφημοϲ: ἀπευθήϲ. 4605 Ἀφηνιάζω· γενικῇ. 4606 Ἀφῃρημἐνοϲ· αἰτιατικῇ. 4607 Ἀφηνιαϲτήϲ: ἀνυπότακτοϲ, ὑπερήφανοϲ. οἱ δὲ ἀφηνίαϲαν μὲν αὐτὸν τῆϲ φιλίαϲ, ἐβουλήθηϲαν δὲ διαμαρτύραϲθαι τοῦτο τρόπον τινά. τὴν γοῦν εἰκόνα Φιλίππου, ὡϲ ἀνάθημα κειμένην, κατέϲπαϲαν. 4608 Ἀφή τορὸϲ: οὐ κοινότερον, ἀλλὰ τοῦ Πυθίου, οἷον ὁμοφή τοροϲ, διὰ τὸ οἷον εἰϲ λόγουϲ ἔρχεϲθαι τοῖϲ χρηϲμῳδουμένοιϲ. 4609 Ἀφιᾶϲι: καταλιμπάνουϲιν. 4610 Ἀφῖγμαι: παραγέγονα. ἀφίξομαι ὑμῖν δύο ἡμερῶν ὕϲτερον· οὐδὲ ἐψεύϲατο. καὶ αὖθιϲ Αἰλιανόϲ· ὁ δὲ ὄναρ εἶδε τοὺϲ ὀφθαλμοὺϲ. ἐξορύττεϲθαι καὶ ἠντιβόλει ῥυόμενοϲ τὴν πήρωϲιν τῆϲ ὄψεωϲ, λέγων, ἀφίξομαι ὑμῖν δύο ἡμερῶν ὕϲτερον. ἀνῃρέθη γοῦν μετὰ τοϲαύταϲ ἡμέραϲ. 4611 Ἀφιδρύματα: τὰ τῶν θεῶν ἀγάλματα. εὐθὺϲ οὖν ἱκετηρίαν ἐκόμιζον οἱ πρεϲβύτατοι τὰ παλαιότατα τῶν κατὰ πόλιν ἀφιδρυμάτων. 4612 Ἀφίεμαι γενικῇ ἐπὶ τῶν παθητικῶν, ἐπὶ δὲ τῶν ἐνεργητικῶν δοτικῇ. ὡϲ καὶ ἡμεῖϲ ἀφίεμεν τοῖϲ ὀφειλέταιϲ. 4613 Ἀφ᾿ ἱερᾶϲ· παροιμία· κινήϲω τὸν ἀφ᾿ ἱερᾶϲ. λέγεται δέ τιϲ παρὰ τοῖϲ πεϲϲεύουϲιν ἱερὰ γραμμή. οὕτωϲ Ἐπίχαρμοϲ. ζήτει ἐν τῷ κινήϲω τὸν ἀφ᾿ ἱερᾶϲ. 4614 Ἀφίει: ἀπέπεμπεν. 4615 Ἀφιζάνει: ἀπανίϲταται τῆϲ καθέδραϲ. 4616 Ἀφίημι· δοτικῇ. καὶ μετὰ αἰτιατικῆϲ. ἄν τινων ἀφῆτε τὰϲ ἁμαρτίαϲ. 4617 Ἀφικνοῦμαι, ἐφικνοῦμαι δὲ καὶ ἐφικόμην· γενικῇ. 4618 Ἀφίκετο: ἐλήλυθεν, ἦλθεν. ὁ δὲ ϲτρατὸϲ ἀφίκετο τῆϲ Ἀττικῆϲ ἐϲ Οἰνόην, ᾗπερ ἔμελλον εἰϲβαλεῖν. οὕτω φηϲὶ Θουκυδίδηϲ τὴν ϲύνταξιν. καὶ Ἀφῖκται, παραγέγονεν. καὶ Ἀφῖκτο. 4619 Ἀφιλότιμοϲ: ταπεινόϲ. παρὰ τὸ μὴ φιλεῖν τιμὴν, ἢ ἡττᾶϲθαι δόξηϲ. ἢ ὁ πρὸϲ μηδὲν ἀξιόλογον ἐπεϲτραμμένοϲ. καὶ ὁ φειδωλὸϲ παρ᾿ ἐνίοιϲ. οὐδεὶϲ ἦν ἀφιλότιμοϲ οὕτωϲ, ὡϲ Μωϋϲῆν θεαϲάμενοϲ μὴ ἐκπλαγείη τῆϲ εὐμορφίαϲ. 4620 Ἀφιματῶϲαι: ἀποδῦϲαι. 4621 Ἄφιππα χωρία: ἐν οἷϲ ἂν μὴ ἔϲτιν ἱππάϲαϲθαι. ὁ δὲ ἐκκλίνει πρὸϲ τὰ δύϲχωρά τε καὶ ἀνάντη καὶ ἄφιππα. καὶ Ἄφιπποι, χωρὶϲ ἵππων. περιδεεῖϲ δὲ ἦϲαν ὡϲ ἐν ἐρημίᾳ τά τε ἄλλα καὶ ἄφιπποι γενόμενοι. ἀντὶ τοῦ πεζοί. 4622 Ἀφίπταμαι· γενικῇ. 4623 Ἀφίϲταϲθαι αὐτοῖϲ τῆϲ ἀρχῆϲ· γενικῇ. ϲύνταξιϲ. ἀποχωρίζεϲθαι, ἀλλοτριοῦϲθαι. βουλομένοιϲ ἦν τῶν Μακεδόνων ἀφίϲτταϲθαι. 4624 Ἀφίϲτων: ἀπέτρεπον, ἀπεκώλυον. τοὺϲ δὲ βαρβάρουϲ τῆϲ πολιορκίαϲ ἀφίϲτων οἱ Ῥωμαῖοι. 4625 Ἀφῖχθαι. 4626 Ἀφθαρτοδοκητήϲ: ἀπὸ αἱρέϲεώϲ τινοϲ.