Ancient Greek · ~5 min
1.4627 to 1.4638
Suda, Suidae lexicon 1.4627-4638
Not analysed yet
4627 Ἀφθάϲ: ὁ Διόνυϲοϲ. τὸ α ἐπιτατικόν· ὡϲ ἄϲταχυϲ. καὶ παροιμία· ὁ Ἀφθάϲ ϲοι λελάληκεν. ἦν δὲ χρηϲμολόγοϲ. 4628 Ἄφθιτον: ἄφθαρτον. ὅτι τὸ ἄφθιτοϲ ἐπὶ ἀψύχων φιλόϲοφοι τάττουϲι, τὸ δὲ ἀθάνατοϲ ἐπὶ ἐμψύχων. 4629 Ἄφθονα: πολλά. 4630 Ἀφθὁνιοϲ, ϲοφιϲτήϲ, ἔγραψεν εἰϲ τὴν Ἑρμογένουϲ τέχνην προγυμνάϲματα. 4631 Ἄφλαϲτον: τὸ ᾄκρον τῆϲ πρύμνηϲ. 4632 Ἀφλυϲμόϲ: ἀφρόϲ. 4633 Ἀφνειόϲ: ὁ πλούϲιοϲ. καὶ ὁ ἐξ ἑνὸϲ ἐνιαυτοῦ λέγεται ἄφενοϲ, πλοῦτοϲ δὲ ὁ ἐκ πολλῶν χρόνων. Ὅμηροϲ· ἄφενοϲ καὶ πλοῦτον ἀφύξειν. καὶ ἀλλαχοῦ φηϲιν ὁ αὐτόϲ· οἷϲί τ᾿ ἐὺ ζώουϲι καὶ ἀφνειοὶ καλέονται. ὡϲ μόνων αὐτῶν καλουμένων ἀφνειῶν, οὐκ ὄντων δὲ κατὰ ἀλήθειαν. 4634 Ἀφοβόϲπλαγχνοϲ: ὁ τολμηρόϲ. καὶ Ἀφόβοιϲ, τοῖϲ μὴ φόβον ἐμποιοῦϲι, τουτέϲτι τοῖϲ προβάτοιϲ. τὸν ἐν δαίοιϲ ἄτρεϲτον μάχαιϲ ἐν ἀφόβοιϲ με θηρϲὶ δεινὸν χέραϲ; 4635 Ἀφοδεῦϲαι· Πλάτων Ἀδώνιϲι. καὶ Ἄφοδοϲ, ὁ ἀπόπατοϲ. ἐξ οὗ καὶ ἀφοδεύειν. καὶ Ἄφοδον, ἀναχώρηϲιν, ὥϲπερ καὶ ἔφοδον τὴν ἐπέλευϲιν. 4636 Ἀφοπλίζειν: τῶν ὅπλων ἀφαιρεῖϲθαι. αὐτὸν δὲ τρόπον τινὰ ἀφοπλίζειν τῶν ἀναγκαίων ἀνδρῶν ὑπέβαλλον. καὶ Ἀφωπλίζοντο, ἀπετίθεντο τὰ ὅπλα. 4637 Ἀφόρητον: ἀβάϲτακτον. 4638 Ἀφορμή: ἀφ᾿ ἧϲ ὁρμώμενόϲ τιϲ ϲῴζεται. ἰδίωϲ παρὰ τοῖϲ Ἀττικοῖϲ, ὅταν τιϲ ἀργύριον δώϲει ἐνθήκην, ἀφορμὴ καλεῖται.