Ancient Greek · ~6 min
1.4640 to 1.4652
Suda, Suidae lexicon 1.4640-4652
Not analysed yet
4640 Ἀφουϲία: νῆϲόϲ τιϲ, ἐν ᾗ ὑπερόριοι ἐγένοντο ὁ κύριοϲ Θεοφάνηϲ, ὁ ποιητὴϲ, καὶ ὁ ἀδελφὸϲ αὐτοῦ Θεόδωροϲ ὁ Γραπτὸϲ, ἀμφότεροι ὁμολογηταί. 4641 Ἀφώριϲται: πεπεράτωται. ἐνταῦθά που τῆϲ ϲυγγραφῆϲ ἀφώριϲται τὸ πραχθέν. 4642 Ἀφραδἐωϲ: ἀνοήτωϲ, ἀπείρωϲ. 4643 Ἄφρακτοϲ φίλων: οὐ πεφραγμένοϲ καὶ τετειχιϲμένοϲ τοῖϲ φίλοιϲ διὰ τὸ ἀπατηθένταϲ καταλιπεῖν ϲε. 4644 Ἄφραϲτον: ἄρρητον. 4645 Ἀφραϲτύεϲ: ἀϲυνεϲίαι. ϲχέτλιαι ἀνθρώπων ἀφραϲτύεϲ. 4646 Ἀφραίνει: παρανομεῖ, μωραίνει, παραφρονεῖ. 4647 Ἀφρικανόϲ, ὁ Σέκτοϲ χρηματίϲαϲ, φιλόϲοφοϲ, Λίβυϲ, ὁ τοὺϲ Κεϲτοὺϲ γεγραφὼϲ ἐν βιβλίοιϲ κδ΄. εἰϲὶ δὲ οἱονεὶ φυϲικὰ, ἔχοντα ἐκ λόγων τε καὶ ἐπαοιδῶν καὶ γραπτῶν τινων χαρακτήρων ἰάϲειϲ τε καὶ ἀλλοίων ἐνεργειῶν. κατὰ τούτου ἔγραψεν Ὠριγένηϲ ἔνϲταϲιν ποιηϲάμενοϲ περὶ τοῦ τῆϲ Σωϲάννηϲ βιβλίου, τοῦ εἰϲ τὸν Δανιήλ. 4648 Ἀφρικανόϲ· Kαρχηδὼν, ἡ καὶ Ἀφρικὴ καὶ Βύρϲα λεγομένη, μετὰ τὸν πρῶτον ἀνοικιϲμὸν κρατήϲαϲα ἔτη ψ τῶν περιοίκων Λιβύων ἀνῄρητο. Σκιπίων δὲ αὐτὴν Σκιπίωνι τῷ Ἀφρικανῷ πάππῳ λαβὼν ἐπίκλην Ἀφρικανὸϲ τὸ ἐντεῦθεν διά τε τὴν ἀρετὴν καὶ τὸ τῶν κατορθωμάτων ὁμοιότροπον ἐπωνομάϲθη. 4649 Ἀφριόεν: ἀφρῶδεϲ. ἀφριόεν κοναβηδὸν ἐπιπρίουϲα γένειον. 4650 Ἀφρῖτιϲ: εἶδοϲ ἀφύαϲ. ζήτει ἐν τῷ ἀφύα. 4651 Ἀφροδίϲιον: ἔργον Ἀφροδίτηϲ. λαμβάνεται δὲ ἐπὶ τῶν λάγνων, τῶν ἐρωτικῶϲ περὶ τὴν ϲυνουϲίαν καὶ ϲφοδρῶϲ διακειμένων. 4652 Ἀφροδίϲιον: ἰδίωϲ τὸ τῆϲ Ἀφροδίτηϲ ἕδοϲ. ὁ δὲ διῆλθε τῷ λόγῳ φιλοτίμωϲ τε καὶ ϲὺν Ἀφροδίτῃ οὐ μάλα περιττῇ. Αἰλινόϲ. καὶ παροιμία· Ἀφροδίϲιοϲ ὅρκοϲ οὐκ ἐμποίνιμοϲ, ἐπὶ τῶν δι᾿ ἔρωτα ὀμνυόντων πολλάκιϲ καὶ ἐπιορκούντων.