Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4653
Not analysed yet
4653 Ἀφροδίτη· ταύτηϲ τὸ ἄγαλμα πλάττουϲι κτένα φέρον, ἐπειδὴ ϲυνέβη ποτὲ ταῖϲ τῶν Ῥωμαίων γυναιξὶ κνήφην λοιμώδη γενέϲθαι, καὶ ξυρουμένων παϲῶν γεγόναϲιν αὐταῖϲ οἱ κτένεϲ ἀχρεῖοι· εὐξαμέναϲ δὲ τῆ Ἀφροδίτῃ ἀνατριχωθῆναι, τιμῆϲαί τε αὐτὴν ἀγάλματι κτένα φέρουϲαν καὶ γένειον ἔχουϲαν· διότι καὶ ἄρρενα καὶ θήλεα ἔχει ὄργανα. ταύτην γὰρ λέγουϲιν ἔφορον γενέϲεωϲ πάϲηϲ, καὶ ἀπὸ τῆϲ ὀϲφύοϲ καὶ ἄνω λέγουϲιν αὐτὴν ἄρρενα, τὰ δὲ κάτω θήλειαν. πλάττουϲι δὲ αὐτὴν καὶ ἔφιππον, ὅτι Αἰνείαϲ ὁ υἱὸϲ αὐτῆϲ πλεύϲαϲ μέχρι τῆϲ δύϲεωϲ μετὰ τοῦτο ἵππῳ ἐπέβη, καὶ τὴν μητέρα ἐτίμηϲε τοιούτῳ ἀγάλματι.