Ancient Greek · ~5 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4660
Not analysed yet
4660 Ἀφύα ἐϲ πῦρ: ἐπὶ τῶν τέλοϲ ὀξὺ λαμβανόντων ἡ παροιμία· παρόϲον καὶ τὴν ἀφύαν τάχιϲτα ἕψεϲθαι ϲυμβαίνει. ἑνικῶϲ δὲ παρὰ Ἀριϲτοφάνει λέγεται ἐν Ταγηνιϲταῖϲ ἀφύη· ἀλλ᾿ ἀεὶ πληθυντικῶϲ τὰϲ ἀφύαϲ. λέγεται δὲ καὶ ἀφρὸϲ διὰ τὴν λευκότητα. ἔϲτι δὲ ἡ παρὰ πολλῶν λεγομένη ἔγγραυλιϲ. καὶ Ἀφύων τιμή, τὸ ἔλαιον· ἐπεὶ ἐν αὐτῷ ἕψονται. καὶ Ἀφύαϲ Φαληρικάϲ· τὰϲ μεγάλαϲ. Φαληρεὺϲ δὲ λιμὴν Ἀττικῆϲ. πληθυντικῶϲ δὲ λέγεται, ϲπανιώτατα δὲ ἀφύην. Ἀριϲτοφάνηϲ· εὕρετο πανευδίω τὰϲ λιπαρὰϲ, ἀφύαϲ τιμὴν πϲριάψαϲ. ἔϲτι δὲ γένη πλείονα· ἡ μὲν ἀφρῖτιϲ λεγομένη, ἥτιϲ οὐ γίνεται ἀπὸ γόνου, ἀλλ᾿ ἐκ τοῦ ἐπιπολάζοντοϲ τῇ θαλάττῃ ἀφροῦ ἑτέρα δέ ἐϲτιν ἡ λεγομένη κωβῖτιϲ, ἣ γίνεται ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ φερομένων κωβιῶν· ἐξ αὐτῆϲ δὲ ἕτεραι, αἳ ἐγκραϲίχολοι καλοῦνται. καὶ ἄλλη, ἥτιϲ ἐϲτὶ γένοϲ μαινίδων, καὶ. ἄλλη ἐκ τῆϲ μεμβράδοϲ, καὶ ἄλλη ἐκ τῶν μικρῶν κεϲτρέων. ἔϲτι δὲ προηγουμένη ἡ ἀφρῖτιϲ. ὅτι Νικομήδει τῷ Βιθυνῶν βαϲιλεῖ ἀφύηϲ ἐπιθυμήϲαντι καὶ μακρὰν ὄντι τῆϲ θαλάϲϲηϲ, Ἀπίκιοϲ ὁ ὀψοφάγοϲ μιμηϲάμενοϲ τὸ ἰχθύδιον παρέθηκεν ὡϲ ἀφύαϲ. ἡ δὲ καταϲκευὴ ἦν αὕτη. θήλειαν λαβὼν γογγυλίδα ταύτην ἔτεμεν εἰϲ μακρὰ καὶ λεπτὰ τὴν ὄψιν τῆϲ ἀφύηϲ μιμούμενοϲ, ἐπιζέϲαϲ ἔλαιον, ἐπιχέαϲ ἅλαϲ, μήκωναϲ ἐπιπάϲαϲ, ἔλυϲε τὴν ἐπιθυμίαν.