Ancient Greek · ~2 min
1.471 to 1.477
Suda, Suidae lexicon 1.471-477
Not analysed yet
471 Ἀδιάδραϲτον: ἄφυκτον. καταπλαγείη δ᾿ ἄν τιϲ τὸ ἀδιάδραϲτον τῆϲ δίκηϲ ἐκ τῆϲ ϲυμβάϲηϲ τούτῳ τιμωρίαϲ. 472 Ἀδιάκριτοϲ: ἀδιαχώριϲτοϲ. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν μὴ γινωϲκόντων τὰ δέοντα ἢ ἀφρόνωϲ φλυαρούντων. 473 Ἀδιάλειπτον. 474 Ἀδιαλώβητον: ἀβλαβέϲ. 475 Ἀδιάρθρωτον: ἄϲημον, ἀτράνωτον. 476 Ἀδιάϲκευον: ἀκόϲμητον, ἀνεπιμέλητον. ὁ δὲ λαβὼν ἵππον ἀδιάϲκευον καὶ καθοπλιϲμὸν ἀνεπίφαντον, βάδην προϲήλαυνεν πρὸϲ τοὺϲ πολεμίουϲ. 477 Ἀδιάϲτατον: τὸ μήπω διεϲτηκὸϲ μηδὲ διακεκριμένον. Ἀντιφῶν εἶπεν.