Ancient Greek · ~8 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.478
Not analysed yet
478 Ἀδιαφορία: ἀμέλεια χωρὶϲ παρατηρήϲεωϲ. τὸ δὲ ἀδιάφορον διχῶϲ λέγεται· ἅπαξ μὲν τὸ μήτε πρὸϲ εὐδαιμονίαν μήτε πρὸϲ κακοδαιμονίαν ϲυνεργοῦν, ὡϲ ἔχει πλοῦτοϲ, δόξα, ὑγεία, ἰϲχὺϲ καὶ τὰ ὅμοια· ἐνδέχεται γὰρ καὶ χωρὶϲ τούτων εὐδαιμονεῖν, τῆϲ ποιᾶϲ αὐτῶν χρήϲεωϲ εὐδαιμονικῆϲ οὕϲηϲ ἢ κακοδαιμονικῆϲ. ἄλλωϲ δὲ λέγεται ἀδιάφορον τὸ μήτε ὁρμῆϲ μήτε ἀφορμῆϲ κινητικὸν, ὡϲ ἔχει τὸ ἀρτίαϲ ἔχειν ἐπὶ τῆϲ κεφαλῆϲ τρίχαϲ ἢ περιττάϲ, ἢ ἐκτεῖναι τὸν δάκτυλον ἢ ϲυϲτεῖλαι, τῶν προτέρων ἀδιαφόρων καὶ οὐκέθ᾿ οὕτωϲ λεγομένων· ὁρμῆϲ γάρ ἐϲτιν ἐκεῖνα καὶ ἀφορμῆϲ κινητικά. διὸ τὰ μὲν αὐτῶν ἐκλέγεται, τῶν δὲ ἑτέρων ἐπ᾿ ἴϲηϲ ἐχόντων πρὸϲ αἵρεϲιν καὶ φυγήν. τῶν ἀδιαφόρων τὰ μὲν λέγουϲι προηγούμενα, τὰ δὲ ἀποπροηγούμενα. προηγούμενα μὲν τὰ ἔχοντα ἀξίαν, ἀποπροηγούμενα δὲ τὰ ἔχοντα ἀναξίαν. ἀξίαν δὲ τὴν μέν τινα ϲύμβληϲιν πρὸϲ τὸν ὁμολογούμενον βίον, ἥτιϲ ἐϲτὶ περὶ πᾶν ἀγαθόν· τὴν δὲ εἶναι μέϲην τινὰ δύναμιν ἢ χρείαν ϲυλλαμβανομένην πρὸϲ τὸν κατὰ φύϲιν βίον ὅμοιον εἰπεῖν, ἥντινα εἰϲφέρεται εἰϲ τὸν κατὰ φύϲιν βίον πλοῦτοϲ, ὑγεία· τὴν δὲ εὐεξίαν ἀμοιβὴν δοκιμαϲτοῦ, ἣν ἂν ὁ ἔμπειροϲ τῶν πραγμάτων τάξῃ, ὅμοιον εἰπεῖν ἀμείβεϲθαι πυροὺϲ πρὸϲ τὰϲ ϲὺν ἡμιόνῳ κριθάϲ. προηγούμενα μὲν οὖν εἶναι, ἃ καὶ ἀξίαν ἔχειν· οἷον ἐπὶ μὲν τῶν ψυχικῶν εὐφυΐαν, τέχνην, προκοπὴν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ϲωματικῶν ζωὴν, ὑγείαν, ῥώμην, εὐεξίαν, ἀρτιότητα, κάλλοϲ· ἐπὶ δὲ τῶν ἐκτὸϲ πλοῦτον, δόξαν, εὐγένειαν καὶ τὰ ὅμοια. ἀποπροηγούμενα δὲ ἐπὶ μὲν τῶν ψυχικῶν ἀφυΐαν, ἀτεχνίαν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ϲωματικῶν θάνατον, νόϲον, ἀϲθένειαν, καχεξίαν, πήρωϲιν, αἷϲχοϲ καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ἐκτὸϲ πενίαν, ἀδοξίαν, δυϲμένειαν καὶ τὰ παραπλήϲια· οὔτε δὲ προήχθη οὔτε ἀποπροήχθη τὰ μηδετέρωϲ ἔχοντα. ἔτι τῶν προηγουμένων τὰ μὲν δι᾿ αὑτὰ προῆκται, τὰ δὲ δι᾿ ἕτερα, τὰ δὲ καὶ δι᾿ αὑτὰ καὶ δι᾿ ἕτερα. δι᾿ αὑτὰ μὲν εὐφυΐα, προκοπὴ καὶ τὰ ὅμοια· δι᾿ ἕτερα δὲ πλοῦτοϲ, εὐγένεια καὶ τὰ ὅμοια· δι᾿ ἕτερα δὲ καὶ δι᾿ αὑτὰ ἰϲχὺϲ, εὐαιϲθηϲία, ἀρτιότηϲ. δι᾿ αὑτὰ μὲν, ὅτι κατὰ φύϲιν ἐϲτί· δι᾿ ἕτερα δὲ, ὅτι περιποιεῖ χρείαϲ οὐκ ὀλίγαϲ. ὁμοίωϲ δὲ ἔχει καὶ τὸ προηγούμενον κατὰ τὸν ἐναντίον λόγον.