Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.48-2
Not analysed yet
48 Γαμηλία. ἡ διδομένη τοῖϲ φράτορϲιν ἐπὶ γάμοιϲ. ἢ τῶν γύναικῶν ἡ εἰϲ τοὺϲ φράτοραϲ εἰϲαγωγή. οὕτωϲ Δίδυμοϲ ὁ γραμματικόϲ. καὶ παροιμία. Γαμηλίαν εἰϲενεγκεῖν. ὅταν τιϲ ἠγάγετο γυναῖκα, πρὶν γενέϲθαι παῖδα, οὗτοϲ μαρτυρόμενοϲ περὶ τοῦ γάμου κατὰ τοὺϲ γάμουϲ ἀπεδίδου τι τοῖϲ φράτορϲιν εἰϲ λόγον εὐωχίαϲ. καὶ τοῦτό ἐϲτι γαμηλία εἰϲενεγκεῖν. μέμνηται τοῦ λόγου Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Εὐβουλίδην λόγῳ· καὶ γὰρ ὅτι ὁ πατήρ μου κατὰ τοὺϲ νόμουϲ ἔγημε καὶ γαμηλίαν τοῖϲ φράτορϲιν εἰϲενήνοχε, μεμαρτύρηται.