Ancient Greek · ~8 min
1.49 to 1.72
Suda, Suidae lexicon 1.49-72
Not analysed yet
49 Γαμηλιῶνοϲ. τοῦ μηνόϲ. 50 Γαμηϲείειν Ἀττικοί φαϲι. 51 Γαμφηλή: ἡ ϲιαγών. 52 Γαμψωλή: ἡ ἐπίκαμψιϲ. 53 Γαμψώνυχοϲ: ἐπικαμπεῖϲ ἔχοντοϲ τοὺϲ ὄνυχαϲ. καὶ Γαμψώνυχα ζῷα, ὅϲα τῶν πτερωτῶν τὴν ἐπιρυγχίδα γεγάμψωκεν ὑπὸ τὴν γένυν, οἰόϲ ἐϲτιν ἀετὸϲ, ἱέραξ, κεγχρηῒϲ ἄλλα τε τὰ μὴ πίνοντα. 54 Γαμψόν: ἐπικαμπέϲ. καὶ γαμψὸν χαίτῃϲιν ἐφ’ ἱππείῃϲι πεδηθὲν ἄγκιϲτρον, κρυφίην εἰναλίοιϲι πάγην. ἐν Ἐπιγράμμαϲι· γαμψόν τε δρέπανον, ϲταχυητόμον ὅπλον ἀρούρηϲ. καὶ αὖθιϲ· γαμψὰϲ πυρολόγουϲ δρεπάναϲ. 55 Γαμψούϲ: τὰϲ καμπτούϲαϲ καὶ πλαγίουϲ νεφέλαϲ, ἢ τὰϲ ὀρνίθων ὄψεϲιν εἰκαϲμέναϲ. γαμψὺϲ γὰρ ἐκάλουν τὰϲ ὄρνιθαϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ. 56 Γάνδειρον: ὄνομα τόπου. Γάνιοϲ. 58 Γανόων: λελαμπρυϲμένοϲ. 59 Γάνοϲ: ὁ οἶνοϲ. Πὰν ἀγέλην· Νύμφαι πίδακα· Βάκχε γάνοϲ. καί, γάνοϲ ἀμπέλου, ὁ οἶνοϲ, βότρυοϲ ἕλικα παυϲίπονον. Γάνοϲ δὲ θηλυκῶϲ, τὸ πρὸϲ τῆ Θράκῃ ὄροϲ ἡ Γάνοϲ. Γάνοϲ καὶ Γανιάδα χωρία ἐϲτὶ Θρᾳκικά. 60 Γαννυμένη: χαίρουϲα. Γάννυμι γὰρ ὁ ἐνεϲτώϲ. καὶ Γάνυϲθαι, φαιδρύνεϲθαι, χαίρειν καὶ διαχεῖϲθαι. 61 Γαργηττόϲ: ὄνομα κύριον. τόπου. 62 Γαργαλιϲμόϲ. 63 Γαργαλίζει· δοτικῇ. κινεῖ, ὑποϲημαίνει, προτρέπει, ἐρεθίζει. ὥϲτ’ ἐμοῦ γ’ ἀκροωμένου τοῦ μέλουϲ ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλοϲ. Ἀριϲτοφάνηϲ. Γαργαρίζει δὲ, ἐρεθίζει ἀπὸ τοῦ ϲτόματοϲ ὥϲτε ἐμέϲαι. 64 Γάργαρε· ζήτει ἐν τῷ ψαμμοκοϲιογάργαρα. 65 Γάρμοϲ: ὄνομα κύριον. ὁ δὲ ἕτεροϲ ταῦροϲ ἐμυκήϲατο κακὸν φώνημα Γάρμῳ. 66 Γάροϲ: ἀρϲενικῶϲ λέγεται. ἔϲτι δὲ οὐδὲν ἄλλο ὁ γάροϲ ἢ ϲηπεδών. 67 Γαριζείν: ὄροϲ. 68 Γαϲτήρ: ἡ κοιλία. Ὅμηροϲ διαπαντὸϲ γαϲτέραϲ καλεῖ οὐ κοιλίαϲ. καὶ παροιμία· γαϲτέρα μοι προφέρειϲ, κάλλιϲτον ὄνειδοϲ Prov. ἁπάντων, ἡ πλήρηϲ μὲν ἐλαφροτέρη, κενεὰ δὲ βαρεῖα· ἐπὶ τῶν γαϲτριμαργούντων. Γαϲτέρα δὲ ὁ Δαβὶδ τὸ τῶν λογιϲμῶν ταμεῖον Thdr ἐκάλεϲεν. ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμόϲ μου, ἡ ψυχή μου καὶ ἡ γαϲτήρ μου. 69 Γαϲτρίζεϲθαι. λαμπρότερον τρέφεϲθαι. 70 Γαϲτρίζομαι. τύπτομαι εἰϲ τὴν γαϲτέρα. Ἀριϲτοφάνηϲ· ὦ πόλιϲ, ὑφ’ οἵων θηρίων γαϲτρίζομαι. 71 Γαϲτριμαργία, καὶ Γαϲτρίμαργοϲ, ὁ ἄπληϲτοϲ. καὶ Γαϲτριμάργωϲ, ἀπλήϲτωϲ. ζήτει ἐν τῷ δαιτρόϲ. 72 Γάϲτριϲ: ὁ περὶ γαϲτέρα ἀκρατήϲ. καλοῦϲι δ’ οὕτω καὶ τὸν ἕλμινθαϲ ἔχοντα.