Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.488
Not analysed yet
488 Βωμολοχεύϲαιτο: ἀντὶ τοῦ ἀγοραῖόν τι εἴποι ἢ εὐτελέϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ περὶ διαφθοράϲ ἁρμονικῶν· ἐντειναμένουϲ τὴν ἁρμονίαν, ἣν οἱ πατέρεϲ παρέδωκαν. εἰ δέ τιϲ αὐτῶν βωμολοχεύϲοιτ᾿ ἢ κάμψειέ τινα καμπήν· οἱονεὶ κεκλαϲμένῃ τῇ φωνῇ τὴν ᾠδὴν προενέγκοιτο· οἵαϲ οἱ νῦν τὰϲ κατὰ Φρύνιν, ταύταϲ τὰϲ δυϲκολοκάμπουϲ, ἐπιτριβέϲθω τυπτόμενοϲ πολλὰϲ, ὡϲ τὰϲ Μούϲαϲ ἀφανίζων. καὶ αὖθιϲ· πολλὰ μὲν οὖν καὶ ἄλλα τῆϲ τούτου βωμολοχίαϲ τε καὶ αἱμυλίαϲ μαρτύρια διαρρεῖ, ἐν δὴ τοῖϲ ἄρα καὶ ἐκεῖνοι.