Ancient Greek · ~6 min
1.477 to 1.487
Suda, Suidae lexicon 1.477-487
Not analysed yet
477 Βουχανδήϲ: βοῦν χωρῶν. ἐν Ἐπιγράμμαϲι· βουχανδὴϲ ὁ λέβηϲ· ὁ δὲ θεὶϲ Ἐραππίδαυλοϲ Κεύβοτοϲ. 478 Βούχετα: πόλιϲ ἐϲτὶ τῆϲ Ἠπείρου, οὐδετέρωϲ καὶ πληθυντικῶϲ λεγομένη· ἥν φηϲι Φιλόχοροϲ ὠνομάϲθαι διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸϲ ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν Δευκαλίωνοϲ κατακλυϲμόν. 479 B ουχίλου: ὄνομα τόπου· ἡ εὐθεῖα Βούχιλον. Πᾶνεϲ βουχίλου κράντορεϲ Ἀρκαδίηϲ. τουτέϲτιν εὐτρόφου. 480 Βῶλιϲ: ὄνομα κύριον. Πολύβιοϲ· ὁ δὲ Ἀχαιὸϲ προϲδεξάμενοϲ ἐκτενῶϲ καὶ φιλανθρώπωϲ τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάϲτου τῶν κατὰ μέροϲ. 481 Βῶλοϲ, Δημόκριτοϲ, φιλόϲοφοϲ. Ἱϲτορίαν καὶ Τέχνην ἰατρικήν. ἔχει δὲ ἰάϲειϲ φυϲικὰϲ ἀπό τινων βοηθημάτων τῆϲ φύϲεωϲ. 482 Βῶλοϲ, Μενδήϲιοϲ, Πυθαγόρειοϲ. Περὶ τῶν ἐκ τῆϲ ἀναγνώϲεωϲ τῶν ἱϲτοριῶν εἰϲ ἐπίϲταϲιν ἡμᾶϲ ἀγόντων, Περὶ θαυμαϲίων, Φυϲικὰ δυναμερά· ἔχει δὲ περὶ ϲυμπαθειῶν καὶ ἀντιπαθειῶν λίθων κατὰ ϲτοιχεῖον· Περὶ ϲημείων τῶν ἐξ ἡλίου καὶ ϲελήνηϲ καὶ ἄρκτου καὶ λύχνου καὶ ἴριδοϲ. 483 Bῶλοϲ ἄρουρα: ἐπὶ τῶν τοῖϲ μεγάλοιϲ τὰ μικρὰ προϲφιλοτιμουμένων. ὁμοίωϲ τῷ, θαλάττῃ ἐκ χαράδραϲ ὕδωρ. Βόλοϲ δὲ ἡ δρόϲοϲ. 484 Βωμακεύματα. 485 Βώμαξ: βωμολόχοϲ. ὁ ἀπὸ τῶν βωμῶν πρὶν καρπωθῆναι αἴρων. τάϲϲεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. 486 Βωμολοχεύεϲθαι· βωμολόχοι κυρίωϲ ἐλέγοντο οἱ ἐπὶ τῶν θυϲιῶν ὑπὸ τοὺϲ βωμοὺϲ καθίζοντεϲ καὶ μετὰ κολακείαϲ προϲαιτοῦντεϲ, ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖϲ θυϲίαιϲ αὐληταὶ καὶ μάντειϲ. ἐκ μεταφορᾶϲ δὲ τούτων ἐλέγοντο βωμολόχοι καί τινεϲ εὔκολοι καὶ ταπεινοὶ ἄνθρωποι καὶ πᾶν ὁτιοῦν ὑπομένοντεϲ ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ ϲκώπτειν. ὥϲτε τοὔνομα τρία ϲημαίνει. 487 Βωμολοχεύμαϲι: πανουργεύμαϲι.