Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.491-2
Not analysed yet
491 Γυμν ότεροϲ Ἰαλέμου. ὁ Ἰάλεμοϲ ἐπίρρημα θρήνου. τάϲϲεται δὲ ἐπὶ τῶν οἰκτρῶν. καὶ Γυμνότεροϲ ὑπέρου καὶ λεβηρίδοϲ. Ἀριϲτοφάνηϲ δὲ τυφλότεροϲ. ἔϲτι δὲ τὸ ϲῦφαρ καὶ ἔκδυμα τοῦ ὄφεωϲ καὶ τοῦ τέττιγοϲ, παρὰ τὴν λεπίδα. κυρίωϲ δὲ, ᾧ περιέχεται τὸ ἔμβρυον τοῦ βοόϲ. ἔϲτι δὲ τοῦτο καὶ τυφλόν· τὰϲ γὰρ ὀπὰϲ μόναϲ ἔχει τῶν ὀφθαλμῶν. τριχῆ δὲ ἀναγράφουϲι τὴν παροιμίαν, τυφλότεροϲ, κενότεροϲ καὶ γυμνότεροϲ.