Ancient Greek · ~5 min
1.480 to 1.490
Suda, Suidae lexicon 1.480-490
Not analysed yet
480 Γυμν άϲια: ἀλειπτήρια, ἢ βαλανεῖα, ἢ λουτρά. τρία γυμνάϲια τῆϲ Ἀττικῆϲ· Ἀκαδημία, Λύκειον, Κυνόϲαργεϲ. 481 Γυμνάϲιοϲ, Σιδώνιοϲ, ϲοφιϲτὴϲ, ἐπὶ τῶν Κωνϲταντίνου τοῦ βαϲιλέωϲ χρόνων. ἔγραψε Μελέταϲ, καὶ εἰϲ Δημοϲθένην ὑπόμνημω καὶ ἄλλα τινά. 482 Γυμνῆται. ἡ εὐθεῖα ὁ γυμνήτηϲ, καὶ οἱ γυμνῆται. τάξιϲ πεζῶν. Ξενοφῶν· ὁ δὲ Χειρίϲοφοϲ ἡγεῖτο τοῦ ϲτρατεύματοϲ λαβὼν τὸ ἀμφ’ αὑτὸν, τοὺϲ γυμνήταϲ ἅπανταϲ· οὐδεὶϲ γὰρ κίνδυνοϲ ἐδόκει εἰναι. καὶ Γυμνήτηϲ, ὁ γεγυμνωμένοϲ. ὅϲ ποτε θυμῷ ἄρϲενι γυμνήτην ἐξεπόνει βίοτον. λέγεται καὶ Γυμνήϲ, γυμνῆτοϲ, ὁπλίτου. καὶ αὖθιϲ· εἵποντο δὲ καὶ γυμνῆτεϲ ἐϲ υ′ ἀποκεκριμένοι ὡϲ ὁδοποιεῖν τὰ ἄβατα. 483 Γυμνητεύω. γυμνὸϲ διατελῶ. 484 Γυμνικοὶ ἀγῶνεϲ· ὁ δὲ Ἰουλιανὸϲ ἐν Πέρϲαιϲ ὢν γυμνικοὺϲ ἀγῶναϲ ἦγε. τουτέϲτιν ὅϲουϲ γυμνούϲ. 485 Γύμνιϲ. ὄνομα κύριον. καὶ κλίνεται γύμνιδοϲ. 486 Γυμνοπαιδεία. ἡ παλαίϲτρα. ᾗ τοὺϲ ἐφήβουϲ Λυκοῦργοϲ ἠνάγκαζε. καὶ Γυμνοπαίδια, χοροὶ ἐκ παίδων ἐν Σπάρτῃ τῆϲ Λακωνικῆϲ εἰϲ θεοὺϲ ὕμνουϲ ᾄδοντεϲ, εἰϲ τιμὴν τῶν ἐν Θυραιαῖϲ ἀποθανόντων Σπαρτιατῶν. καὶ Ἰώϲηποϲ· τόποϲ δ’ ἐπὶ τῆϲ πόλεωϲ οὐδεὶϲ γυμνὸϲ ἦν, ἀλλὰ πᾶϲ λιμοῦ νεκρὸν εἶχεν ἢ ϲτάϲεωϲ. 487 Γυμνοπ όδηϲ: ὁ ἀνυπόδητοϲ. καὶ Γυμνοποδ ῶ, γυμνὸϲ βαίνω. 488 Γυμνορρύπαροι: οἱ ϲοφιϲταί. ἦϲαν δὲ περὶ αὐτὸν γυμνορρύπαροί τινεϲ. 489 Γυμνὸϲ καθεϲθείϲ ϲῶν ὑπεκϲτῇϲ πραγμάτων. 490 Γυμνοϲοφιϲταί: παρὰ Βαβυλωνίοιϲ οἱ φιλόϲοφοι, καὶ παρὰ Ἀϲϲυρίοιϲ.