Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.513
Not analysed yet
513 Βρά β η λα :τὰ καλούμενα Δαμαϲκηνά. Θεόκριτοϲ· ὄρπακεϲ βραβήλοιϲι καταβρίθοντεϲ ἔραζε. Ἀθηναῖοϲ δὲ ἐν τῷ β′ τῶν Δειπνοϲοφιϲτῶν φηϲι Σέλευκον ὀνομάζειν κοκκύμηλα καὶ βράβηλα καὶ βάδρυα. εἶρηται δὲ βοράβηλά τινα ὄντα, τὰ τὴν βορὰν ἐκβάλλοντα· ἔϲτι γὰρ μαλακτικὰ τῆϲ γαϲτρόϲ. εἴρηται δὲ καὶ μάδρυα, οἱονεὶ μαλόδρυά τινα ὄντα. Δαμαϲκηνὰ δὲ λέγεται κατ’ ἐξοχὴν, διὰ τὸ ἐν Δαμαϲκῷ τῇ πόλει γεωργούμενα εὐθαλέϲτερα καὶ καλλίονα εἶναι.