Ancient Greek · ~4 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.514
Not analysed yet
514 Βραγχίδαι· ὅτι οἱ ἐν Δινδύμοιϲ τῆϲ Μιληϲίαϲ οἰκοῦντεϲ Ξέρξῃ χαριζόμενοι τὸν νεὼν τοῦ ἐπιχωρίου Ἀπόλλωνοϲ τοῖϲ βαρβάροιϲ προὔδοϲαν· καὶ ἐϲυλήθη τὰ ἀναθήματα πάμπλειϲτα ὄντα. δεδιότεϲ οὖν οἱ προδόται τὴν ἐκ τῶν νόμων καὶ τῶν ἐν ἄϲτει τιμωρίαν δέονται Ξέρξου μιϲθὸν λαβεῖν τῆϲ κακίϲτηϲ ἐκείνηϲ προδοϲίαϲ, μετοικιϲθῆναι ἐν χώρῳ τινὶ Ἀϲιανῷ. ὁ δὲ πείθεται, καὶ ἀνθ’ ὧν εἶχε κακῶϲ καὶ ἀϲεβῶϲ, ἔδωκεν αὐτοῖϲ οἰκεῖν ἔνθεν οὐκ ἔμελλον ἐπιβήϲεϲθαι τῆϲ Ἑλ λάθοϲ ἔτι, ἀλλ’ ἔξω τοῦ δέουϲ ἔϲεϲθαι τοῦ κατειληφότοϲ αὐτοί τε καὶ τὸ ἐκείνων γένοϲ. κάτα λαχόντεϲ δὴ τὸν χῶρον ἐν οἰωνοῖϲ οὐδαμῆ χρηϲτοῖϲ πόλιν ἐγείρουϲι καὶ τίθενται Βραγχίδαϲ ὄνομα αὐτῇ καὶ ᾠοντο μὴ μόνουϲ ἀποδρᾶναι Μιληϲίουϲ, ἀλλὰ καὶ τὴν δίκην αὐτήν. οὐ μὴν ἐκάθευδεν ἡ τοῦ θεοῦ πρόνοια· Ἀλέξανδροϲ γὰρ, ὅτε τὸν Δαρεῖον νικήϲαϲ τῆϲ Περϲῶν ἀρχῆϲ ἐγκρατὴϲ ἐγένετο, ἀκούϲαϲ τὰ τολμηθέντα καὶ μιϲήϲαϲ αὐτῶν τὴν τοῦ γένουϲ διαδοχὴν ἀπέκτεινε πάνταϲ, κακοὺϲ εἶναι κρίνων τοὺϲ τῶν κακῶν ἐκγόνουϲ. καὶ τὴν ψευδώνυμον πόλιν κατέϲκαψε, καὶ ἠφανίϲθηϲαν.