Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.519
Not analysed yet
519 Βραϲίδαϲ, Τέλλιδοϲ, Λακεδαιμονίων ϲτρατηγὸϲ, Μεθώνην ἀποϲτᾶϲαν πρὸϲ Ἀθηναίουϲ πολεμήϲαϲ ἀνεκαλέϲατο. ἠρίϲτευϲε δὲ καὶ. περὶ Πύλον ϲτρατηγῶν, πρῶτοϲ τῆϲ νηὸϲ ἐκπηδήϲαϲ· οὐ καὶ ἐτρώθη καὶ τὴν ἀϲπίδα ἀπώλεϲεν· ἐπὶ τούτοιϲ ϲπονδαὶ ἐγένοντο ἐνιαύϲιοι, ἃϲ Ἀθηναῖοι λύειν ἤρξαντο. περὶ δὲ Ἀμφίπολιν καὶ Θρᾴκην εὐδοκιμοῦντα αὐτὸν οἰκιϲτὴν ἀντὶ Ἅγνωνοϲ ἐπεγράψαντο. ὁ δὲ πόλεμοϲ ὁ μέχρι τῆϲ Βραϲίδα καὶ Κλέωνοϲ τελευτῆϲ ἔτη ἐπέϲχε δέκα, ἐκλήθη δὲ Ἀρχιδάμιοϲ. αἰτίαϲ δὲ περὶ αὐτοῦ προϲτιθέντεϲ, ὡϲ φρονεῖ τὰ Βραϲίδα. ἀντὶ τοῦ τῶν Λακεδαιμονίων.